Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

30. τοῦτο τὸ κήρυγμα παρειληφυῖα καὶ ταύτην τὴν πίστιν ὡς προέφαμεν ἡ ἐκκλησία, καίπερ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένη, ἐπιμελῶς φυλάσσει ὡς ἕvα οἰκον οἰκοῦσα καὶ ὁμοίως πιστεύει τούτοις ὡς μίαv ψυχὴν καὶ τὴν αὐτὴν ἔχουσα καρδίαν καὶ συμφώνως τοῦτα κηρύσσει διδάσκει καὶ παραδίδωσιν ὡς ἕν στόμα κεκτημένη.

κἂν γὰρ αἱ κατὰ τὸν κόσμον διάλεκτοι ἀνόμοιαι, ἀλλ᾿ ἡ δύναμις τῆς παραδόσεως μία καὶ ἡ αὐτή, καὶ οὔτε αἱ ἐν Γερμανίαις ἱδρυμέναι ἐκκλησίαι ἄλλως πεπιστεύκασιν ἤ ἄλλως παραδιδόασιν οὔτε ἐν ταῖς Ἰβηρίαις οὔτε ἐν Κελτοῖς οὔτε κατὰ τὰς ἀνατολὰς οὔτε ἐν Αἰγύπτῳ οὔτε ἐν Λιβύῃ οὔτε αἱ κατὰ μέσα τοῦ κόσμου ἱδρυμέναι·

ἀλλ᾿ ὥσπερ ὁ ἥλιος, τὸ κτίσμα τοῦ θεοῦ, ἐν ὅλῳ τῷ κόσμῳ εἷς καὶ ὁ αὐτός, οὕτω καὶ τὸ * φῶς, τὸ κήρυγμα τῆς ἀληθείας, πανταχῇ φαίνει καὶ φωτίζει πάντας ἀνθρώπους τοὺς βουλομένους εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,

καὶ οὔτε ὁ πάνυ δυνατὸς ἐν λόγῳ τῶν ἐν ταῖς ἐκκλησίαις προεστώτων ἕτερα τούτων ἐρεῖ (οὐδεὶς γὰρ ὑπὲρ διδάσκαλον) οὔτε ὁ ἀσθενὴς ἐν τῷ λόγῳ ἐλαττώσει τὴν παράδοσιν· μιᾶς γὰρ καὶ τῆς αὐτῆς πίστεως οὔσης, οὔτε ὁ πολὺ περὶ αὐτῆς δυνάμενος εἰπεῖν ἐπλεόνασεν οὔτε ὁ τὸ ὀλίγον ἠλαττόνησεν. [*](1 vgl. Ephes. 1, 10 — 4 vgl. Phil. 2, 10f — 6 vgl. Ephes. 6, 12 — 24 vgl. I Tim. 2, 4 — 26 vgl. Matth. 10, 24 V M lat.) [*](2 πάσης ἀνθρωπάτητος] humani generis lat. 4 εὐδο///κίαν, ο aus ω V corr 5 ἐξομολογήσηται aus ἐξομολογήσεται Vcorr ἐξομολογήσεται M confitcatur lat. 6 ἅπασι, ἅ getilgt Ycorr 7 ἐν ἀποστασίᾳ] apostatas lat. 8 τῶν ἀνθρώπων] homines lat. 10 Με Ausgg.] quidem lat. 11 τοῖς δὲ + καὶ V 15 ὡς2] lidelicet quasi lat. | μία Μ 16 τὴν αὐτὴν] imum lat. 17 κἄν Ausgg.] καὶ V M etsi lat. 18 ἀλλ᾿] sed tarnen lat. 19 ἡ hineingeflickt V corr | ἐν Γερμανίαις] in Germama lat. 20 παραδιδώασιν M 20f vor den Namen in Hiberis — in Libya überall hae quae gesetzt lat. 21 ἀνατο///λὰς, ο aus ω V 23 *] alte Lücke, ergänze etwa <νοητὸν> *)

433

Τὸ δὲ πλεῖον ἢ ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς οὐκ ἐν τῷ τὴν ὑπόθεσιν αὐτὴν ἀλλάσειν γίνεται καὶ ἄλλον θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν καὶ ποιητὴν καὶ τροφέα τοῦδε τοῦ παντός, ὡς μὴ ἀρκουμένους τούτῳ, ἢ ἄλλον Χριστὸν ἢ ἄλλον Μονογενῆ,

ἀλλὰ ἐν τῷ τὰ ὅσα ἔv παραβολαῖς εἴρηται προσεπεξεργάζεσθαι καὶ συνοικειοῦν τῇ τῆς πίστεως ὑποθέσει καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν ἐπὶ τῇ ἀνθρωπότητι γενομένην ἐκδιηγεῖσθαι καὶ ὅτι ἐμακροθύμησεν ὁ θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ καὶ ἐπὶ τῇ παρακοῇ

τῶι ἀνθρώπων σαφηνίζειν· καὶ διὰ τί τὰ μὲ πρόσκαιρα τὰ δὲ αἰώνια καὶ τὰ μὲ οὐράνια τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς θεὸς πεποίηκεν ἀπαγγέλλειν· καὶ διὰ τί ἀόρατος ὤν ἐφάνη τοῖς προφήταις ὁ θεòς οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν, καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ διδάσκειν·

καἰ διὰ τί συνέκλεισε πάντα εἰς ἀπεἰθειαν ὁ θεός, ἴνα τοὺς πάντας ἐλεήσῃ, ἐξερευνᾶν· καὶ διὰ τί ὁ Λόγος τοῦ θεοῦ σὰρξ ἐγένετο καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ᾿ ἐσχάτων τῶν καιρῶν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχή, ἀπαγγέλλειν·