Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἡ μὲν γὰρ ἐκκλησία, καίπερ καθ’ ὅλης τῆς οἰκουμένης ἕως περάτων τῆς γῆς διεσπαρμένη, παρὰ δὲ τῶν ἀποστόλων καὶ τῶι ἐκείνων μαθητῶν παραλαβοῦσα τὴν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα τὸν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐτοῖς πίστιν

καὶ εἰς ἕνα Χριστὸν Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τὸν σαρκωθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας

καὶ εἰς πνεῦμα ἅγιον τὸ διὰ τῶι προφητῶν κεκηρυχὸς τὰς οἰκονομίας καὶ τὴν ἔλευσιν καὶ τὴν ἐκ τῆς παρθένου γέννησιν καὶ τὸ πάθος καὶ τὴν ἔγερσιν ἐκ νεκρῶν καὶ τὴν ἔνσαρκον εἰς τοὺς οὐρανοὺς ἀνάληψιν τοῦ ἠγαπημένου * Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν καὶ τὴν [*](V M lat. (von 19ff armenische Übersetzung bei Jordan TU XXXVI 3 S. 62ff; jedoch weil zu frei nur in einem Fall ücksichtigt)) [*](1 ἐπεὶ γνώσεται M 2 αὐτοῦ < lat. | Ἡρακλέο///ς, ο aus ω Vcorr Ἡρακλέως Μ 3 ἄρας] ὁρᾶς M 4 <βίβλῳ> Ausgg.] libro lat. | 〈παροῦσαν〉 *] praesentem 7 ταύτην] illorwn lat. 10 προσαρμό///σας, ο aus ω V | σωματείω V 11 ἐπιδεῖξαι M 12 <δὲ> Dind.] auteln lat. 13 ἐπενεγκεῖν V ἐπενέγκει Μ 14 θυμοῦ V 16 ἀκριβέστατα] diligenter lat. | ἔσται] est lat. 16f πρὸ τῆς ἀποδείξεως] ex ostensionc lat. 17 vor βεβαίαν + eam lat. 19 μὲν < lat. καίπερ < lat. 20 διεσπαρμένη] seminata lat. | δὲ] eHat. 21 παραλαβοῦσα] accepit lat. 22 τὰς θαλάσσας] marc lat. 24 κεκηρυχὸς] καὶ κηρυχῶς Μ 25 οἰκονομίας τι dei lat. | τὰς ἐλεύσεις V 27 ἀνάληψιν] adscensionem lat. | *] alte Lücke; ergänze <υιοῦ> *, Sohnes arm. |)

432
τῶν οὐρανῶν ἐν τῇ δόξῃ τοῦ πατρὸς παρουσίαν αὐτοῦ ἐπὶ τὸ ἀνακεφαλαιώσασθαι τὰ πάντα καὶ ἀναστῆσαι πᾶσα σάρκα πάσης ἀνθρωπότητος,

ἵνα Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν καὶ θεῷ καὶ σωτῆρι καὶ βασιλεῖ κατὰ τὴν εὐδοκίαν τοῦ πατρὸς τοῦ ἀοράτου πᾶι γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται αὐτῷ καὶ κρίσιν δικαίαν ἐν τοῖς πᾶσι ποιήσηται,

τὰ με) πνευματικὰ τῆς πονηρίας καὶ ἀγγέλους τοὺς παραβεβηκότας καὶ ἐν ἀποστασίᾳ γεγονότας καὶ τοὺς ἀσεβεῖς καὶ ἀδίκους καὶ ἀνόμους καὶ βλασφήμους τῶι ἀνθρώπων εἰς τὸ αἰώνιον πῦρ πέμψῃ,

τοῖς δὲ δικαίοις καὶ ὁσίοις καὶ τὰς ἐντολὰς αὐτοῦ τετηρηκόσι καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ διαμεμενηκόσι (τοῖς <μὲν> τοῖς Τε ἐκ μετανοίας) ζωὴν χαρισάμενος ἀφθαρσίαν δωρήσηται καὶ δόξαν αἰωνίαν περιποιήσῃ —

30. τοῦτο τὸ κήρυγμα παρειληφυῖα καὶ ταύτην τὴν πίστιν ὡς προέφαμεν ἡ ἐκκλησία, καίπερ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένη, ἐπιμελῶς φυλάσσει ὡς ἕvα οἰκον οἰκοῦσα καὶ ὁμοίως πιστεύει τούτοις ὡς μίαv ψυχὴν καὶ τὴν αὐτὴν ἔχουσα καρδίαν καὶ συμφώνως τοῦτα κηρύσσει διδάσκει καὶ παραδίδωσιν ὡς ἕν στόμα κεκτημένη.

κἂν γὰρ αἱ κατὰ τὸν κόσμον διάλεκτοι ἀνόμοιαι, ἀλλ᾿ ἡ δύναμις τῆς παραδόσεως μία καὶ ἡ αὐτή, καὶ οὔτε αἱ ἐν Γερμανίαις ἱδρυμέναι ἐκκλησίαι ἄλλως πεπιστεύκασιν ἤ ἄλλως παραδιδόασιν οὔτε ἐν ταῖς Ἰβηρίαις οὔτε ἐν Κελτοῖς οὔτε κατὰ τὰς ἀνατολὰς οὔτε ἐν Αἰγύπτῳ οὔτε ἐν Λιβύῃ οὔτε αἱ κατὰ μέσα τοῦ κόσμου ἱδρυμέναι·

ἀλλ᾿ ὥσπερ ὁ ἥλιος, τὸ κτίσμα τοῦ θεοῦ, ἐν ὅλῳ τῷ κόσμῳ εἷς καὶ ὁ αὐτός, οὕτω καὶ τὸ * φῶς, τὸ κήρυγμα τῆς ἀληθείας, πανταχῇ φαίνει καὶ φωτίζει πάντας ἀνθρώπους τοὺς βουλομένους εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,