Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες μεταφέρουσι καθὼς προειρήκαμεν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, ὅμοια ποιοῦντες τοῖς ὑποθέσεις τὰς τυχούσας αὑτοῖς προβαλλομένοις, ἔπειτα περωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων μελετᾶν αὐτάς,

ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπ᾿ ἐκείνης τῆς ἐξ ὑπογύου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθ᾿ οὕτως Ὅμηρος εἴη πεποιηκώς·

ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅιδῃ κύνα πεμπόμενον διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως (οὐδὲν γὰρ παραδείγματος χάριν ἐπιμνησθῆνα καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης <τῆς> ἐπιχειρήσεως τοῖς ἀμφοτέροις) ·

  • ὥς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα
  • φῶθ᾿ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
  • Εὐρυσθεύς, Σθενέλοιο πάις Περσηιάδαο
  • ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀίδαο.
  • βῆ ῥ᾿ ἴμεν, ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
  • καρπαλίμως ἀνὰ ἄστυ, φίλοι δ᾿ ἅμα πάντες ἕποντο,
  • νύμφαι τ᾿ ἠίθεοί τε πολύτλητοί τε γέροντες,
  • οἴκτρ᾿ ὀλοφυρόμενοι, ὡς εἰ θανατὀνδε κιόντα.
  • Ἑρμείας δ᾿ ἀπέπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη·
  • ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
  • τίς οὐκ ἄν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων καὶ νομίσειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὐποθέσεως πεποιηκέναι;

    ὁ δ᾿ ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως <ἐπιγνώσεται ἐπιγνώσεται> μὲν τὰ [*](14—23 κ 76 φ 26 Τ 123 Θ 368 ζ 130 Ω 327 λ 38 Ω 328 λ 626 Β 409 V M lat.) [*](1 ἡ oben hinein Tcorr | ἥν + πᾶς M | ψευδῶς] ἀψευδῶς M falso nomine (ψευδωνύμως) lat. 2 ἀναπλασάμενοι] ad . . . confingendam lat. 6 ἐκ] et | ποιημάτων] versibus lat. 6f ἀπειρο///τέρους, ο aus ω V 7 ἐπ’] ex lat. | ἐξ ὑπογύου μεμελετημένης] temporali declamata lat. 10 ὡς ὁ < M | Ἡρακλέα πε + τὸν M 13 <τῆς> * 14 ἀπεμπε, πε oben drüber Vcorr 15 18 λέω M 19 ἅμα] ἀνὰ V 22 δ’ ἀπεπέμπεν] διαπέμπεν Μ | ἰδὲ] με V 25 αὐτὰ + εἰπεῖν M 25f πεποιηκέναι — ὑποθέσεως am Rande nachgetragen V corr < M 26f <ἐπιγνώσεται μὲν τὰ — ὑπόθεσιν οὐκ> Ausgg.] cognoscet quidem versus, argumentum autem non lat.)

    431
    ὑπόθεσιν οὐκ> ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδυσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ τοῦ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος· ἄρας δὲ αὐτὰ καὶ ἕν ἕκαστον ἀποδοὺς τῇ ἰδίᾳ <βίβλῳ> ἐκποδὼν ποιήσει τὴν <παροῦσαν> ὑπόθεσιν.

    Τε καὶ ὁ τὸν κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, ὅν διὰ τοῦ βαπτίσματος εἴληφεν, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα καὶ τὰς λέξεις καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην οὐκ καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει,

    ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἕν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ τάξει καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ γυμνώσει καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν.