Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

27. Ἔτι δὲ Ἰωάννην τὸν μαθητὴν τοῦ κυρίου διδάσκουσι τὴν πρώτην Ὁγδοάδα μεμηνυκέναι, αὐταῖς λέξεσι λέγοντες οὕτως·

Ἰωάννης, ὁ μαθητὴς τοῦ κυρίου, βουλόμενος εἰπεῖν τὴν τῶν ὅλων γένεσιν, καθ᾿ ἥν πάντα προέβαλεν ὁ Πατήρ, ἀρχήν τινα ὑποτίθεται τὸ πρῶτον γεννηθὲν ὑπὸ τοῦ θεοῦ, ὅ δὴ καὶ υἱὸν καὶ μονογενῆ θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ προέβαλε σπερματικῶς.

ὑπὸ δὲ τούτου φησὶ τὸν Λόγον προβεβλῆσθαι καὶ ἐν αὐτῷ τὴν ὅλην τῶι Αἰώνων οὐσίαν, ἥν αὐτὸς ἐμόρφωσεν ὁ Λόγος. ἐπεὶ οὖν περὶ πρώτης γενέσεως λέγει, καλῶς ἀπὸ τῆς ἀρχῆς τουτέστιν τοῦ Υἱοῦ καὶ τοῦ Λόγου τὴν διδασκαλίαν ποιεῖται.

λέγει δὲ οὕτως »ἐν ἀρχῇ ἦι ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος.

οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«· πρότερον διαστείλας τὰ τρία, θεὸν καὶ Ἀρχὴν καὶ Λόγον, πάλιν αὐτὰ ἑνοῖ, ἵνα καὶ τὴν προβολὴν ἑκατέρων αὐτῶν δείξῃ, τοῦ τε Υἱοῦ καὶ τοῦ Λόγου, καὶ τὴν πρὸς ἀλλήλους ἅμα καὶ τὴν πρὸς τὸν Πατέρα ἕνωσιν.

ἐν γὰρ τῷ Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς ἡ Ἀρχή, ἐν δὲ τῇ Ἀρχῇ καὶ ἐκ τῆς Ἀρχῆς ὁ Λόγος. καλῶς οὖν εἶπεν »ἐν ἀρχῇ ἦν ὁ Λόγος«· ἦν γὰρ ἐν Υἱῷ. »καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν«· καὶ γὰρ ἡ Ἀρχὴ *. καὶ »θεὸς ἦι ὁ Λόγος«, ἀκολούθως· τὸ γὰρ ἐκ θεοῦ γεννηθὲν θεός ἐστιν. »οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« ἔδειξε τὴν τῆς προβολῆς τάξιν.

»πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕω«· πᾶσι γὰρ τοῖς μετ’ αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. ἀλλ᾿ »ὅ γέγονεν ἐν αὐτῷ, φησί, ζωή ἐστιν«. ἐνθάδε καὶ συζυγίαν ἐμήνυσεν· τὰ μὲν γὰρ ὅλα ἔφη δι᾿ αὐτοῦ γεγενῆσθαι, τὴν δὲ ζωὴν ἐν αὐτῷ.