Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ γὰρ εἰδωλόθυτα ἀδιαφόρως ἐσθαίουσι, μηδὲν μολύνεσθαι ὑπ' αὐτῶν ἠγούμενοι, καὶ ἐπὶ πᾶσαν ἑορτάσιμον [*](20 vgl. Gal. 5, 21 Y M lat. (Tert., Hipp.)) [*](1 δὲ oben drüber Vcorr | εἰληφέναι λέγουσιν] suscepit lat. 4 > Ἀχαμὼθ + ab lat. (vgl. S. 420, 14) 4f μεμυημένοι — ὑποτίθενται Ausgg.] μεμυημένοι μυστήρια εἶναι τούτους ὑποτίθενται V hinter Ἀχαμώθ Punkt; dann μεμυημένους δὲ μυστήρια εἰναι τούτους ὑποτίθενται V corr M initiati sunt mysteria. esse autem hos semetipsos dicunt lat. 5 ἐπαιδεύθησαν] erudiuntur lat. Ι δὲ 2 Dind.] γὰρ nachgetragen Vcorr x003C; Μ autem lat. 5f τὰ ψυχικὰ οἱ ψυχικοὶ] psychica (id est animalia) psychici (id est animales) lat. 7 τούτους + > ?* 10 φύσει πνευματικοὺς, ει auf Rasur, πνευματικοὺς nachgetragen Vcorr | πάντῃ δὲ καὶ πάντως] 12 αὐτῆς] salutis lat. | αὐτό *] αὐτοὶ V Μ illum lat. 12 f θέλουσιν zweimal geschrieben, hinter πνευματικὸν u. hinter εἶναι, das zweite getilgt 12 ὃ Ausgg.] οἱ VM quod lat. Ι αὐτοὶ 2] semetipsos lat. 16 δὲ 003C; lat.; δῂ ül. 16 f κἂν ἐν ὁποίαις Ausgg.] κἂν ἐν ποίαις V καὶ ἐν ποίαις ἂν M 19 ἀπειρημένα, ἀπ angeflickt Vcorr προειρημένα M | τελειώτατοι Μ 21 κληρονομῆσαι Μ ἀδιαφόρως Ausgg.] διαφόρως V M indifferenter lat. 22 μηδὲ V)

418
τῶν ἐθνῶν τέρψιν εἰς τιμὴν τῶν εἰδώλων γινομένην πρῶτοι συνίασιν, ὡς μηδὲ τῆς παρὰ θεῷ καὶ ἀνθρώποις μεμισημένης τῆς] τῶν θημριομάχων καὶ μονομαχίας ἀνδροφόνου θέας ἀπέχεσθαι ἐνίους αὐτῶν.

οἱ δὲ καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς κατακόρως δουλεύοντες, τὰ σαρκικὰ τοῖς σαρκικοῖς τὰ πνευματικὰ τοῖς πνευματικοῖς ἀποδέδοσθαι λέγουσιν.

καὶ οἱ μὲν αὐτῶν λάθρα τὰς διδασκομένας ὑπ' αὐτῶν τὴν διδαχὴν ταύτην γυναῖκας διφθείρουσιν, ὡς πολλάκις ὑπ' ἐνίων αὐτῶν ἐξαπατηθεῖσαι, ἔπειτα ἐπιστρέψασαι γυναῖκες εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ σὺν τῇ λοιπῇ

πλάνῃ καὶ τοῦτο ἐξωμολογήσαντο. οἱ δὲ καὶ κατὰ τὸ φανερὸν ἀπερυθριάσαντες, ὧν ἂν ἐρασθῶσι γυναικῶν, ταύτας ἀπ᾿ ἰδίας γαμετὰς ἡγήσαντο.

ἄλλοι δ᾿ αὖ πάλιν σεμνῶς κατ’ ἀρχάς, ὡς μετὰ ἀδελφῶν προσπιούμενοι συνοικεῖν, προϊόντος τοῦη χρόνου ἡυλέγχθησαν, ἐγκύμονος τῆς ἀδελφῆς ὑπὸ τοῦ ἀδελφοῦ γενηθείσης.

Καὶ ἄλλα δὲ πολλὰ μυσαρὰ κα ἄθεα πράσσοντες ἡμῶν μέν, διὰ τὸν φόβον τοῦ θεοῦ φυλασσομένων καὶ μέχρις ἐννοίας καὶ λόγου ἁμαρτεῖν, κατατρέχουσιν ὡς ἱδιωτῶν καὶ μηδὲν ἐπισταμένων, ἐαυτοὺς δὲ ὐπερυψοῦσι, τελείους ἀποκαλοῦντες καὶ σπέρματα ἐκλογῆς.

ἡμᾶς μὲν γὰρ ἐν χρὴσει τὴν χάριν λαμβάνειν λέγουσι, διὸ καὶ ἀφαιρεθήσεσθαι αὐτῆς. αὐτοὺς δὲ ἱδιόκτητον ἄνωθεν ἀπὸ τῆς ἀρρήτου καὶ ἀνονομάστου συζυγίας κατεληλυθυῖαν ἔχειν τὴν χάριν, καί διὰ τοῦτο προστεθήσεσθαι αὐτοῖς. διὸ καὶ ἐκ παντὸς τρόπου δεῖν αὐτοὺς ἀεὶ τὸ τῆς συζυγίας μελετᾶν μυστήριον.