Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

14. Αὕτη μὲν οὖν ἐστιν ἡ ἐντὸς Πληρώματος ὑπ᾿ αὐτῶν λεγομένη πραγματεία, καὶ ἡ τοῦ πεπονθότος Αἰῶνος καὶ μετὰ μικρὸν ἀπολωλότος, ὡς πολλῇ † ὕλῃ διὰ ζήτησιν τοῦ Πατρὸς *, συμφορὰ καὶ ἡ τοῦ Ὅρου καὶ Σταυροῦ καὶ Λυτρωτοῦ καὶ Καρπιστοῦ καὶ Ὁροθέτου καὶ Μεταγωγέως ἐξ ἀγῶνος σύμπηξις καὶ ἡ τοῦ πρώτου Χριστοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ ἐκ μετανοίας ὑπὸ τοῦ Πατρὸς αὐτῶν μεταγενεστέρα τῶν Αἰώνων γένεσις καὶ ἡ τοῦ δευτέρου Χριστοῦ, ὃν καὶ Σωτῆρα λέγουσιν, ἐξ ἐράνου σύνθετος κατασκευή.

ταῦτα δὲ φανερῶς μὲν μὴ εἰρῆσθαι διὰ τὸ μὴ πάντας χωρεῖν τὴν γνῶσιν αὐτῶν, μυστηριωδῶς ὑπὸ τοῦ Σωτῆρος διὰ παραβολῶν βολῶν μεμηνῦσθαι τοῖς συνιεῖν δυναμένοις οὕτως·

τοὺς μὲν γὰρ τριάκοντα Αἰῶνας μεμηνῦσθαι διὰ τῶν τριάκοντα ἐτῶν, ὡς προέφαμεν, ἐν οἷς οὐδὲν ἐν φανερῷ φάσκουσι πεποιηκέναι τὸν σωτῆρα, καὶ διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τοῦ ἀμπελῶνος.

καὶ τὸν Παῦλον φανερώτατα λέγουσι τούσδε Αἰῶνας ὀνομάζειν πολλάκις, ἔτι δὲ καὶ τὴν τάξιν αὐτῶν τετηρηκέναι οὕτως εἰπόντα »εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων τοῦ αἰῶνος«.

ἀλλὰ καὶ ἡμᾶς ἐπὶ τῆς εὐχαριστίας λέγοντας »εἰς τοὺς αἰῶνας τῶν αἰώνων« ἐκείνους τοὺς Αἰῶνας σημαίνειν· καὶ ὅπου ἂν αἰὼν ἢ αἰῶνες ὀνομάζωνται, τὴν ἀναφορὰν [*]( 15f vgl. Matth. 19, 11 — 22 Ephes. 3, 21) [*](V M lat. (Tert., Hipp.)) [*](2 καὶ συνερανισαμένους] καὶ ἐρανισαμένους V collationem fecisse lat. | ἁρμονίως M 3 προβλήματα V problem α + et lat. 4 κάλλος τι] κάλλος τε V ἀλλ᾿ ὅς τι M | τὸν hineingeflickt V corr < M 6 τὰ Πάντα Ausgg.] κατὰ Πάντα V M omnia lat. Tert. | αὐτῷ] αὐτῶν V 7 τὴν] τῶν M | τὴν αὐτῶν] ipsorum lat.; alter Fehler für [τὴν] αὐτοῦ? * 8 λεγομέv aus γενομένη V corr 10 vor ὡς + et lat. | † ὕλῃ] materia lat.; alter Fehler für λύπῃ * 10 * <ἐγένετο> * | ἡ <M 11 Σταυροῦ Ausgg.] στύλου V M crucis lat. Ι Σταυροῦ + ipsorum lat. | μεταγωγέος M 12 ἐξάγωνος V ex agonia lat. 13 τῶν αἰωνίων M 14 ἐράνου aus οὐρανοῦ V corr οὐρανοῦ M 16 Σωτῆρος] πατρὸς M 17 μὲν γὰρ < lat. 20 τούσδε] τούς τε M 21 πολλάκις] saepissinte lat. 22 εἰπόντα] εἶπεν τὰ M | τῶν αἰώνων τοῦ αἰῶνος] saeculi saeculorum lat. 23 ἐπὶ τῆς εὐχαριστίας] in gratiarum actionibus lat. | εἰς < lot.)

407
εἰς ἐκείνους εἶναι θέλουσιν.

τὴν δὲ τῆς δωδεκάδος τῶν Αἰώνων προβολὴν μηνύεσθαι διὰ τοῦ δωδεκαετῆ ὄντα τὸν κύριον διαλεχθῆναι τοῖς νομοδιδασκάλοις καὶ διὰ τῆς τῶν ἀποστόλων ἐκλογῆς· δώδεκα γὰρ ἀπόστολοι.

καὶ τοὺς λοιποὺς δεκαοκτὼ Αἰῶνας φανεροῦσθαι διὰ τοῦ μετὰ τὴν <ἐκ> νεκρῶν ἀνάστασιν δεκαοκτὼ μησὶν λέγειν διατετριφέναι σὺν τοῖς μαθηταῖς· ἀλλὰ καὶ διὰ τῶν προηγουμένων τοῦ ὀνόματος αὐτοῦ δύο γραμμάτων, τοῦ τε ἰῶτα καὶ τοῦ ἦτα, τοὺς δεκαοκτὼ Αἰῶνας εὐσήμως μηνύεσθαι.