Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

σύγχρονοι γὰρ γεγόνασιν οὗτοι πάντες, ἕκαστος δὲ ἀπὸ τοῦ ἑτέρου τὴν κακὴν πρόφασιν ἐρανισάμενοι, ἄλλος ἀπὸ] ἄλλου ἔτι περισσότερόν <τι> βουλόμενος * χάριν ἑαυτῷ προετύπωσε διαφορὰν κακῆς ἐξευρέσεως.

καὶ πάντες Γνωστικοὺς ἑαυτοὺς ὠνόμασαν, Οὐαλεντῖνός τε φημὶ καὶ οἱ πρὸ αὐτοῦ Γνωστικοί, ἀλλὰ καὶ Βασιλείδης καὶ Σατορνῖλος καὶ Κολόρβασος, Πτολεμαῖός τε καὶ Σεκοῦνδος, Καρποκρᾶς καὶ ἄλλοι πλείους.

ἀλλὰ τὰς πάσας ἐνταῦθα ὀνομάσαντες διὰ τὴν ἐν ἑνὶ καιρῷ σχέσιν πάντων τῆς ἀναδύσεως καὶ κακοβλάστου *, ὅμως τῆς ἑκάστου σπορᾶς κακόνοιαν ἰδίᾳ ἀφηγησόμεθα. τέως δὲ ἐπὶ τὸν προκείμενον αἱρεσιάρχην καὶ τραγῳδοποιὸν ἐλεύσομαι, φημὶ δὲ Οὐαλεντῖνον καὶ τὴν αὐτοῦ διδασκαλίαν, τὴν ἀπὸ τῆς μεγάλης ταύτης Γνωστικῆς ἐπαγγελίας ὑπάρχουσαν, καταγνωστικῆς δὲ ληρῳδίας *, ὡς τοῖς συνετοῖς καταγινωσκομένη εὑρίσκεται καὶ καταγέλαστος.

2. Οὐαλεντῖνος μὲν οὐν οὗτος τῷ χρόνῳ διαδέχεται τοὺς πρὸ αὐτοῦ προτεταγμένους, βασιλείδην τε καὶ Σατορνῖλον, Ἐβίωνά τε [*](4ff vgl. Iren. I 29, 1; I 221f Harvey super hos aidein ex his qui praedicti sunt Simoniani multitudo Gnosticorum Barbelo exsurrexit et velut a terra fungi manifestati sunt V Μ) [*](1 αἰωνίων V | <κατ᾿> * 2 ἄλλης *] ἄλλως V Μ 3 Dind. Oh.] πρόσβασιν V M 8 τῇ ἀμορφίᾳ aus ἀμορφίας hergestellt Vcorr θί///ξιν, ι aus η Vcorr θίξιν Μ 9 περὶ αὐτῶν am Rande nachgetragen Vcorr ݲ M 11 ἀπὸ] * | <τι> * | * <ἐξευρεῖν> * ἐπιδειξίας aus ἐπιδεξιᾶς Vcorr ἐπιδεξιᾶς Μ 12 ἐξευρήσεως M 13 ὀνόμασαν M 15 Σεκοῦνδος am Rande statt Σεδοῦκτος gesetzt Vcorr 17 σύσχεσιν aus σχέσιν Vcorr σχέσιν M | τῆς1] τὴν V | * etwa <διδασκαλίας> * | ὅμως *] ὁμοῦ V 19 τραγωδοποιὸν, ὸν aus ῶν Vcorr | ἐλευσόμεθα V | vor φημὶ ein καὶ getilgt Vcorr 20 διδασκαλίαν + 〈ἐκθήσομαι〉? * 21 γνωστικὴν V | ὑπάρχουσαν, αν auf Rasur Vcorr | * μεστὴν οὐσαν> * 23 οὑστος + οὑ)

384
καὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἀμφ᾿ αὐτούς· οὗτοι γὰρ πάντες ἐν ἑνὶ καιρῷ τῷ βίῳ κακῶς ἐφύησαν, ὀλίγῳ δὲ πρόσθεν μᾶλλον οἱ περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα· ἅμα γὰρ τοῖς ἤδη μοι πρὸ αὐτῶν δεδηλωμένοις ἀνεφύησαν.

τὴν μὲν οὖν αὐτοῦ πατρίδα ἢ πόθεν οὑτος γεγέννηται, οἱ πολλοὶ ἀγνοοῦσιν· οὐ γάρ τινι ῥᾴδιον τῶν συγγραφέων μεμέληται τούτου δεῖξαι τὸν τόπον. εἰς ἡμᾶς δὲ ὡς ἐνηχήσει φήμη τις ἐλήλθε· διὸ οὐ παρελευσόμεθα, καὶ τὸν τούτου τόπον μὴ ὑποδεικνύντες, ἐν ἀμφιλέκτῳ μέν εἰ δεῖ τὰ ἀληθῆ λέγειν), ὅμως τὴν εἰς ἡμᾶς ἐλθοῦσαν φάσιν οὐ σιωπήσομεν.

ἔφασαν γὰρ αὐτόν τινες γεγενῆσθαι Φρεβωνίτην, τῆς Αἰγύπτου Παραλιώτην, ἐν Ἀλεξανδρείᾳ δὲ πεπαιδεῦσαθι τὴν τῶν Ἑλλήνων παιδείαν.

ὅθεν κατὰ μίμημα τῆς κατὰ τὸν Ἡσίοδον θεογονίας τῶν <τε> παρ’ τῷ Ἡσιόδῳ τριάκοντα θεῶν λεγομένων καὶ αὐτὸς τὴν ἐθνόμυθον ποίησιν εἰς τὸν ἑαυτοῦ νοῦν λαβὼν καὶ ἀπὸ τῶν σὺν αὐτῷ καὶ πρὸ αὐτοῦ τῆς ἀληθείας ἐκπεπτωκότων τὴν ὑπόνοιαν κτησάμενος, καὶ αὐτὸς τὰ ἴσα τῷ Ἡσιόδῳ ἀπὸ ἑτέρων ὀνομάτων εἰς ἕτερα ματαποιήσας ἠθέλησε φαντάσαι τὸν κόσμον.

τριάκοντα γὰρ καὶ οὗτος θεοὺς καὶ αἰῶνας καὶ οὐρανοὺς βούλεται παρεισάγειν· ὧν ὁ μὲν πρῶτός ἐστι Βυθός, ὡς καὶ αὐτὸς ἔφη ἀφραίνων τῇ διανοίᾳ ὁποῖα ἀμέλει καὶ ὁ αὐτοῦ προβολεὺς τῆς ἐννοίας Ἡσίοδος Χάος πρώτιστα θεῶν« ἔφη· Χάος δὲ καὶ Βυθὸς τίνι οὐκ ἂν σαφῆ εἵη τὸ ὁμώνυμον κεκτημένα;

ὅρα δὲ τὴν τοῦ ἀγύρτου τετραγῳδημένην μυθοποιίαν καὶ μοχθηρὰν διδασκαλίαν. τριάκοντα γὰρ οὑτος, ὡς ἔφην, αἰῶνας βούλεται παριστᾶν, οὓς καὶ θεοὺς ὀνομίζει, δεκαπέντε ἄρρενας καὶ θηλείας τοσαύτας εἶναι λέγων.

ἕκαστον δὲ αἰῶνα ἀρρενόθηλυν καὶ ζεῦγός φησιν αὐτὸς καὶ οἱ αὐτοῦ· δεκαπέντε δὲ δυάδας φασὶν εἶναι, ἃς συζυγίας καλοῦσι. τὸν ἀριθμὸν δὲ εἶναι τριάκοντα αἰῶνας, ἑκάστην δὲ θήλειαν γεννᾶν ἀπὸ τοῦ ἄρρενος τοὺς καθεξῆς αἰῶνας· εἶναι δὲ τούτους ὡς ὑποτέτακται, κατὰ ἀντιπαράθεσιν ἑκάστου ἀρ- [*](20 Hesiod Theogonie 116 (vgl. Theophilus ad Aut. II 6; S. 60 Otto dement. Hom. VI 3; S. 74, 15 f Lagarde) V Μ) [*](1 hinter Κήρινθον von äterer Hand τὸν hinzugesetzt V | xal Μήρινθον < Μ 5 οὗτος] αὐτὸς M | ῥᾴδιον getilgt Vcorr 6 μεμελέτηται M 7 vor ἐνηχήσει + ἐν M | καὶ]? * 8 εἰ δεῖ] ἤδη V | τὴν ἀλήθειαν V 9 σιωπήσαιμεν V 11 ὅθεν] ὅμως M 12 κατὰ1 *] καὶ τὸ V M | <τε> * 13 Ἡσιώδω 20 Ἡσίοδος, ο aus ω V 21 ἔφη]? * | σαφὲς εἴν V σαφῆ ἦ M | ὡς vor τὸ ὁμώνυμον oben über Vcorr ݲ M 22 κέκτηται aus κεκτημένα Vcorr κεκτημένα μυθολογίαν M 23 μοχθηρὰν aus μοχθηρίαν Vcorr)

385
ρενικοῦ ὀνόματος τεταγμένου ἄντικρυς τοῦ θηλυκοῦ ὀνόματος, καὶ ἔστιν·

Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ οὐδουὰκ Ἐστὴν Οὐδουουὰκ Ἐσλὴν] Ἀμφαὶν Ἐσσουμὲν] Οὐανανὶν Λαμερτάρδα Ἀθαὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών.