Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ εἰσελθόντες εὗρον αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας καὶ πεσόντες [*](2 Gen. 15, 9 — 3 vgl. Gen. 15, 17 — 5 Gen. 15, 13 — 6ff vgl. haer. 8, 4, 1 S. 189, 10ff — 7 Gen. 17, 17 — 16 vgl. Rom. 2, 1 — 22 vgl. Matth. 2, 1ff — 23 Matth. 2, 16 — 25 vgl. Matth. 2, 4 — 27 vgl. Matth. 2, 11 V M) [*](1 πρεσβύτη Μ 1f εὐθὺς ὁ κύριος aus εὐθὺς τοῦ κυρίου λέγοντος Vcorr 2 κριὸν τριετίζοντα—δάμαλιν] δάμαλιν τριετίζουσαν Anast. Sin. 3 λαμπάδα Anast. Sin. 4 τὰ ἄλλα V < Anast. Sin. | φήσας — ἐπιτίμησιν] ἐπάγει ἐπιτίμησιν ὁ θεὸς λέγων Anast. Sin. 5 καὶ δουλώσουσιν αὐτὸ < Anast. Sin. vor δουλώσουσιν ein κατα am Rande zugesetzt Vcorr 6 αὐτῶ V M | τετρακόσια τριάκοντα Anast. Sin. 7 γενήσεται aus γεννηθήσεται Vcorr 9 αὐτῷ καὶ < Μ 11 μέχρι M 14 δὲ *] τε V M 10 ὦσιν *] ὄντες V M 18 ἔχων] ἑκὼν V 25 ὁ < V 26 αὐτοῖς)

373
προσεκύνησαν αὐτῷ καὶ προσήνεγκαν τὰ δῶρα.

εἰ τοίνυν εὐθὺς προσκυνεῖται, οὐ ψιλὸς ἄνθρωπος ὁ γεννηθείς, ἀλλὰ θεὸς καὶ οὐ μετὰ τριάκοντα ἴτη καὶ οὐ μετὰ τὸ βάπτισμα Χριστὸς γίνεται, ἀλλὰ εὐθὺς Χριστὸς ἐγεννήθη ἀπὸ παρθένου θεὸς καὶ ἄνθρωπος.

διὸ καὶ οἱ ἄγγελοι εὐθὺς ὑμνοῦσι λέγοντες »δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία« καὶ εὐαγγελίζονται τοὺς ποιμένας λέγοντες »ἐγεννήθη ὑμῖν Χριστὸς κύριος σήμερον ἐν πόλει Δαυίδ«.

καὶ οὐ μόνον τοῦτο, ὠ ἠπατημένε Ἐβίων, δείκνυται, ἀλλὰ καὶ ἀπὸ δωδεκαετοῦς εὑρίσκεται »καθήμενος ἀνὰ μέσον τῶν ἱερέων καὶ πρεσβυτέρων, ἐρωτῶν τε αὐτοὺς καὶ ζητῶν μετ’ αὐτῶν«, καὶ »ἐξεπλήττοντο ἐπὶ τῷ λόγω τῆς χάριτος τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ«.

καὶ οὐχὶ μετὰ τὸ τριακοστὸν ἔτος ἐποίει τοῦτο, ἵνα εἴπῃς ὅτι ὅτε ἠλθεν τὸ πνεῦμα εἰς αὐτὸν Χριστὸς ἐγένετο, ἀλλὰ εὐθὺς ἀπὸ δωδεκαετοῦς ὡς προεῖπον, ὡς γέγραπται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ.

ἀλλὰ καὶ ἔτι ἀνωτέρω, ὅτε νηπιάζοντος αὐτοῦ ἀνῆλθον φησὶν) οἱ περὶ Ἰωσὴφ καὶ Μαριὰμ εἰς Ἱερουσαλὴμ προσκυνῆσαι ἐν τῇ ἑορτῇ καὶ ἀνέκαμπτον, ἔμεινεν Ἰησοῦς καὶ ἐζήτουν αὐτὸν ἐν τῇ ὁδοιπορίᾳ καὶ ἐν τοῖς συγγενέσιν αὐτῶν καὶ οὐχ ηὕρισκον εἶχεν γὰρ ἡ Μαρία συγγένειαν)·

ἀνακάμψασα δὲ καὶ εὑροῦσα αὐτὸν ἔφη αὐτῷ »τί ἡμῖν ἐποίησας, τέκνον; ιδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε« ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν, οὐ γὰρ ἦν αὐτοῦ πατὴρ κατὰ φύσιν).

εἶτα ὁ κύριος πρὸς αὐτήν »τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;« σημαίνων ὅτι ὁ ναὸς εἰς ὄνομα θεοῦ τουτέστιν πατρὸς τοῦ ἰδίου ᾠκοδομήθη.

εἰ τοίνυν ἀπὸ νηπίου οἷδε τὸν ναὸν καὶ τὸν πατέρα, οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς Ιησοῦς οὐδὲ μετὰ τὸ τριακοστὸν ἔτος, μετὰ τὸ ἐλθεῖν εἰς αὐτὸν τὸ [*](5 Luk. 2, 14 — 7 Luk. 2, 11 — 10 Liik. 2, 46 — 11 vgl. Luk. 4, 22 — 16ff vgl. Luk. 2, 41ff — IJ) vgl. Luk. 1, 36 — 20 Luk. 2, 48 — 23 Luk. 2, 49 V Μ) [*](1 αὐτῷ angeflickt Vcorr < M 3 οὐ ausradiert Vcorr 6 εὐδο//κία, ο ω V 7 vor Χριστὸς ein υἱὸς getilgt Vcorr 13 ὅτε ausradiert, ür ἀφ’ οὗ gesetzt Vcorr | ἐξῆλθεν M 14 αὐτὸν aus ἑαυτὸν Vcorr | vor Χριστὸς + καὶ V Μ ausradiert Vcorr 16 ἀνῆλθον, ο aus α Vcorr 18f συγγενεῦσιν M 19 εὕρισκον M | γὰρ am Rande nachgetragen Vcorr < M 22 2 αὐτῶ V 24 με εἶναι M 25 πατρὸς τοῦ ἰδίου ausradiert, ür τοῦ αὐτοῦ πατρὸς gesetzt Vcorr | οἰκοδομήθη M 26 ὁ γενν·ηθεὶς] ἐγεννήθη M)

374
εἶδος τῆς περιστερᾶς, υἱὸς καὶ Χριστὸς ἐκαλεῖτο, ἀλλὰ καὶ εὐθὺς καὶ θαρραλεωτέρως ἐν τοῖς τοῦ πατρὸς αὐτοῦ δεῖν αὐτὸν εἶναι ἐδίδασκεν.

καὶ ὅτι δὲ ὁ Ἰωσὴφ οὐχὶ πατὴρ αὐτοῦ ἦν, ἀλλὰ ἐν τάξει πατρὸς >, ἄκουε τοῦ αὐτοῦ εὐαγγελιστοῦ λέγοντος, τοῦ γράψαντος ἀπὸ προσώπου Μαρίας ὅτι »ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε«· πάλιν πῶς γράφει λέγων ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ«. ἐν δὲ τῷ εἰπεῖν »ὡς ἐνομίζετο« ἔδειξεν αὐτὸν μὴ εἶναι αὐτοῦ υἱόν, ἀλλὰ νομίζεσθαι.

30. Ἐπιλείψει δέ μοι ὁ καιρὸς διηγουμένῳ εἰς παράστασιν ἀληθείας καὶ εἰς ἔλεγχον τῆς ματαιοφροσύνης Ἐβίωνος καὶ τοῦ αὐτοῦ παραπεποιημένου ματαιοφροσύνης διδασκαλείου.

πόθεν γὰρ οὐ σαφὲς ἂν εἴη ὅτι οὐ πατὴρ ἦν Ἰωσήφ, ἀλλ᾿ ἐν τάξει πατρὸς ἐνομίζετο; »ἰδού« φησίν ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν‘·

καὶ οὐκ εἶπεν »ἰδού, ἡ γυνή«. καὶ πάλιν ἐν ἑτέρῳ τόπω λέγει »καὶ | τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ τέτοκεν«. ἐπειδὴ γάρ τινες P156 τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τό τέξεται καὶ ἐροῦσιν, οὐ τέτοκεν«· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ανδρὸς καὶ οὑτοι μανέντες λέγουσι ψευδῶς ἐκ σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. γεγέννηκεν οὖν ἡ δάμαλις ἐν ἀληθείᾳ θεόν, ἄνθρωπον ἐν ἀληθείᾳ.

καὶ ὅτι μὲν δάμαλις ἡ παρθένος καλεῖται καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἠν τῶν κεκοινωμένων, ἄκουε τοῦ νόμου λέγοντος λάβε σοι δάμαλιν πυρράν‘, ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας * διὰ τὸ πυροειδὲς τῆς τοῦ σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ παρθένῳ· πῦρ γὰρ ὁ θεός‘ φησί »καταναλισκον«.