Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ποίου παιδίου, ἄκουε, ἀλλ’ ἢ περὶ οὗ εἶπεν ὁ προφήτης ὅτι »θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν«,
τὸ μὲν γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν, τὸ γε »υἱὸς ἐδόθη ἡμῖν‘, ὅπως δείξῃ τὸν ἄνωθεν θεοῦ Λόγον καὶ υἱὸν θεοῦ αὐτὸν δοθέντα καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα θεὸν καὶ ἄνθρωπον, αὐτὸν θεὸν αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον γεννηθέντα.
ἐφ᾿ οὗ ἔστη λοιπὸν τὸ αἷμα τῆς περιτομῆς, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει, ὅτε [*](9 Matth. 5, 17 — 18 Exod. 4, 26 — 24 Jes. 9, 5f — 31ff vgl. Joh. 12, 20f V Μ) [*](3 ἀδαεῖς getilgt, dafür am Rande βραχεῖς Vcorr 4 ὑπὸ V 7 ὅπως ἕως V M 8 οἰκονομήσει M 10 vor οὐ τὸν + Λ·αὶ V 11 ὑποφῆναι M 22 * etwa ὠκονόμει αὐτὴν εἰπεῖν ὅτι τὸ αἷμα τοῦ παιδίου μου ἔστη> * 25 καὶ — ἡμῖν < M 28 δοθέντα zu δειχθέντα ändert Vcorr 31 ὅτε ὅτι Vcorr)
καὶ εὐθὺς ὁ κύριος ἀποκρίνεται λέγων νῦν ἔφθασεν ἡ δόξα τοῦ θεοῦ«, ἴνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν ἔνσαρκον καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν πνεύματι ἔχουσαν μείζονα περιτομήν, θεωροῦσαν Χριστὸν καὶ αὐτὸν έν ἀληθείᾳ κατειληφυῖαν.
28. Εἰ δὲ βούλονται οὑτοι λέγειν· πῶς οὐν Χριστὸς περιετμήθη, ἤδη μὲν οὖν, ὠ πεπλανημένοι, ἐδείξαμεν ὑμῖν δι᾿ ἣν αἰτίαν περιετμήθη.
περιετμήθη γὰρ διὰ πολλοὺς τρόπους. καὶ πρῶτον, ἵνα δείξῃ ἐν ἀληθείᾳ σάρκα ἑαυτὸν ἀνειληφέναι> , διὰ Μανιχαῖον καὶ τοὺς λέγοντας ἐν δοκήσει πεφηνέναι·
ἔπειτα, ἵνα δείξῃ ὡς οὐκ ἦν ὁμοούσιον τὸ σῶμα τῇ θεότητι, ὥς φησιν Ἀπολλινάριος, ἀλλ᾿ οὔτε ἄνωθεν αὐτὸ κατενήνοχεν, ὡς λέγει Οὐαλεντῖνος·
καὶ ἵνα βεβαιώσῃ ἣν πάλαι ἔδωκε περιτομὴν δικαίως ὑπηρετήσασαν ἕως τῆς αὐτοῦ παρουσίας καὶ διὰ τὸ μὴ ἔχειν τοὺς Ἰουδαίους ἀπολογίαν. εἰ γὰρ μὴ περιετμήθη, εἶχον λέγειν, οὐκ ἠδυνάμεθα Χριστὸν δέξασθαι ἐν ἀκροβυστίᾳ.