Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εὑρεθήσεται γὰρ ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις. εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι <τὸν> λόγον ἁγίου Πέτρου λέγοντος ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου〉, ὡς καὶ βόας καὶ αἶγας καὶ πρόβατα καὶ ὄρνεις κοινὰ λέγεσθαι παρ᾿ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς.

μετὰ γὰρ τὸ γῆμαι καὶ τέκνα κεκτῆσθαι καὶ πενθερὰν ἔχειν συνέτυχε τῷ σωτῆρι, ἐξ Ἰουδαίων ὁρμώμενος. Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι καὶ κρεοφαγία παρ’ αὐτοῖς οὐκ ἐβδέ- [*](17 Act. 10, 13 — 17f Act. 10, 14 — 19 Act. 10, 15 — 25f vgl. Matth. 8, 14 das τέκνα κεκτῆσθαι setzt die Legende von der Tochter des Petrus (Petrusakten) voraus V M —S. 364, 15 Catena in Acta S. 178, 17ff Cramer (= cat.)) [*](9 προσέθηκαν aus προσέθεντο Vcorr | ἐπίρρημα, ρ über Vcorr 12 τὸ getilgt M 13 καὶ1] τὸ Μ | κρέας M 17 ἀνάστα M 19 ἐκαθερισεν, ά Vorrr 20 γὰρ1 < cat. 21 κατὰ] διὰ, aber getilgt u. κατὰ ür am Rande Vcorr τῶν < V | <τὸν> * 21f τοῦ ἁγίου Πέτρου λέγοντος *, vgl. S. 364 ἅγιον Πέτρον καὶ λέγειν V M cat. 22f εἰσῆλθεν εἰς τὸ στόμα μου〉 * 23 καὶ ὄρνεις < Μ 25 vor μετὰ γὰρ + ὁ δὲ Πέτρος, jedoch getilgt V 27 γία, ο aus ω V u. M 27f οὐ βεβδέλυκται M οὐκ ἔστι βδελυκτὴ cat.)

364
λυκται οὐδὲ ἀπηγόρευται.

ἄρα γοῦν αὐτοῦ βεβρωκότος ἀπ᾿ ἀρχῆς — εἰ καὶ ἴως τοῦ συναντῆσαι τῷ σωτῆρι εἴποιμεν — δειχθήσεται ὅτι οὐδὲν κοινὸν ἡγήσατο τῶν οὐ κοινῶν λεγομένων. καὶ γὰρ οὐ κατὰ πάντων διεξήγαγε τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὡν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων.

πάλιν δὲ τούτου δειχθέντος ὅτι οὐ περὶ πάντων τῶν κρεῶν αὐτῷ ἤγετο ὡς κοινῶν πάντων ὄντων, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ θεὸς τῆς ἁγίας Χριστοῦ ἐκκλησίας τὸν χαρακτῆρα παραδιδοὺς ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ ἐστι καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας θεοῦ λαμβανόμενα.«

ἀλλ᾿ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα εἶχεν, ἴνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἢ ἀκαθάρτους, ὅμως ἡ ἔμφασις τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ὑπόνοιαν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντί τῳ σαφὲς ἂν εἴη· καὶ ἐξέπεσεν αὐτῶν πανταχόθεν ὁ ληρώδης λόγος.