Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

22. Πῶς δὲ περὶ κρεοφαγίας οὐκ εὐθὺς ἡ αὐτῶν ἄνοια ἐλεγχθήσεται; πρῶτον μὲν τοῦ κυρίου ἐσθίοντος τὸ Πάσχα τῶν Ἰουδαίων. Πάσχα δὲ τῶν ἸουΔαίων πρόβατον ἦν καὶ ἄζυμα, κρέα προβάτου ὀπτὰ πυρὶ ἐσθιόμενα·

ὡς καὶ οἱ μαθηταὶ αὐτῷ λέγουσι ποῦ »ποῦ ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;‘ καὶ αὐτὸς ὁ κύριος λέγει »ἀπέλθετε εἰς τὴν πόλιν καὶ εὑρήσετε ἄνθρωπον βαστάζοντα κεράμιον ὕδατος καὶ ἀκολουθήσατε αὐτῷ ὅπου ὑπάγει καὶ εἴπατε τῷ οἰκοδεσπότῃ, ποῦ ἐστι τὸ κατάλυμα ὅπου ποιήσω τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου; καὶ δείξει ὑμῖν ὑπερῷον ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε«.

πάλιν δὲ αὐτὸς ὁ κύριος λέγει »ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν‘· καὶ οὐκ εἶπεν ἁπλῶς Πάσχα, ἀλλὰ τοῦτο τὸ Πάσχα, ἵνα μή τις μεθοδεύσῃ εἰς τὴν ἑαυτοῦ ὑπόνοιαν. Πάσχα [*](1 Joh. 13, 10 — 3f vgl. Kol. 2, 22 (Jes. 29, 13) — 5 Matth. 15, 8 = Jes. 29, 13 — 7ff vgl. Mark. 7, 4 — 10 Matth. 15, 20 — 14ff vgl. zu S. 352, 15ff — 17 Mark. 14, 12 — 18ff Mark. 14, 13ff — 23 Liik. 22, 15 V Μ —S. 363, 14 ürzt ührt Concil. Nymphaeae hab. Mansi XIII 303 B; dasselbe bei Corderius, Catena in Luc. p. 551) [*](1 νίψασθαι * 2 ὅλως M 4 ἐν ἑτέρω aus ἐν τῶ Vcorr 6 διδάσκοντες < M 6f διδασκαλίαις M 8 πυγμῇ ausradiert Vcorr 8f ἑαυτῶν <τε> ἑαυτοῖς καὶ V M ausradiert Vcorr 9 nach τῶν ἄλλων am Rande nachgetragen καὶ πυγμῇ τὰς χεῖρας νιπτομένους Vcorr < M 10 τὸ nachgetragen 12 > Com. 14 περὶ < M | κρεωφαγίας V 16 πάσχα δὲ τῶν am Rande nachgetragen Vcorr | ἦν < M 18 τὸ πάσχα φαγεῖν 18f ἀπέλθατε, ε über Vcorr 25 ἵνα μήτις — ὑπόνοιαν am Rande nachgetragen Vcorr <)

363
δὲ ἠν, ὡς εἰπον, κρέα ὀπτὰ πυρὶ καὶ τὰ ἄλλα.

αὐτοὶ δὲ ἀφανίσαντες ἀφ᾿ ἑαυτῶν τὴν τῆς ἀληθείας ἀκολουθίαν ἄλλαξαν τὸ ῥητόν, ὅπερ ἐστὶ πᾶσι φανερὸν ἐκ τῶν συνεζευγμένων λέξεων, καὶ ἐποίησαν τοὺς μαθητὰς μὲν λέγοντας »ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ Πάσχα φαγεῖν«, καὶ αὐτὸν δῆθεν λέγοντα »μὴ ἐπιθυμίᾳ ἐπεθύμησα κρέας τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν«.

πόθεν δὲ οὐ φωραθήσεται ἡ αὐτῶν ῥᾳδιουργία, τῆς ἀκολουθίας κραζούσης ὅτι τὸ μῦ καὶ τὸ ἠτά ἐστι πρόσθετα; ἀντὶ τοῦ γὰρ εἰπεῖν »ἐπιθυμίᾳ ἐπεθύμησα« αὐτοὶ προσέθεντο τὸ μή‘ ἐπίρρημα. αὐτὸς δὲ ἀληθῶς ἔλεγεν »ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν«· αὐτοὶ δὲ ἐπιγράψαντες [*](Ö278) τὸ κρέας ἑαυτοὺς ἐπλάνησαν, ῥᾳδιουργήσαντες καὶ εἰπόντες »μὴ ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα κρέας φαγεῖν μεθ᾿ ὑμῶν«· σαφῶς δὲ δείκνυται ὅτι καὶ Πάσχα ἐπετέλεσε καὶ κρέα βέβρωκεν, ὡς προεῖπον.

ἀλλὰ καὶ ἀπὸ τοῦ ὁράματος ἐλεγχθήσονται τοῦ ἀποκαλυφθέντος τῷ ἁγίῳ Πέτρῳ διὰ τῆς ὀθόνης τῆς ἐχούσης πάντα ἐν αὐτῇ θηρία τε καὶ κτήνη καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ φωνῆς κυρίου λεγούσης ἀναστὰς θῦσον καὶ φάγε«· καὶ τοῦ Πέτρου λέγοντος »μηδαμῶς, κύριε· οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου«, φησὶν ὁ κύριος »ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου«.