Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρος ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι »ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν«;

διηγούμενος γὰρ ὁ προφήτης περὶ αὐτοῦ ἔλεγεν »τὶς γνώσεται αὐτόν;«. εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἄν καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γείτονες, σύσκηνοί τε καὶ συμπολῖται·

ἀλλ' ἐπειδὴ ἐκ Μαρίας μέν ἐστι τὸ γέννημα, ἄνωθεν δὲ ἦλθεν ὁ θεὸς Λόγος, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ' ἐκ πατρὸς μὲν ἀνωθεν γεννηθεὶς ἐν ἐληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν θήτρᾳ γενέσθαι παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν; τοῦτό φησι »καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν;« ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς θεὸς Λόγος.

πολλὴ δὲ ταλαι- πωρία τῶν πεπλανημένων, τῶν καταλειψάντων μὲν προφητῶν μαρτυρίας καὶ ἀγγέλων, καὶ ἀνασχομένων Ἐβίωνος τοῦ πεπλανημένου, [*](2 Jes. 7, 11 — 3 Jes. 7, 14 — 7 Jes. 66, 6—9 — 15f vgl. Luk. 1, 41 — 17 ff vgl. Ancoratus c. 32, 3ff; S. 41. 10ff — 19 Jerem. 17,9 — 28 Jerem. 17,9 V M) [*](1 ἐθέσπισε Μ 5 ἐλέγοιτ' Μ 11 τοιοῦτον Μ | ἡ γῆ] ἤ, γῆ Μαρίας 14 ἀλλ' ἤ] ἀλλὰ Μ | vor παρθένον + τὴν Μ 16 * etwa πρὶν γεννηθῆναι σκιρτᾶν ἐν τῇ κοιλίᾳ> * | εἰ καὶ] κἄν Μ 17 διὰ Μ 18 ἀνδρὸς V 21 ἀνθρώπου] οὐ Μ 23 σύ///σκηνοι, ν ausradiert V 29 vor θεὸς + ὁ M)

361
τοῦ τὴν ἑαυτοῦ ἡδονὴν βουλομένου πληροῦν καὶ τὰ Ἰουδαϊκὰ μεταχειριζομένου καὶ ἀπὸ Ἰουδαίων ἠλλοτριωμένου.

ὁ μὲν > Γαβριὴλ εὐθὺς τῇ παρθένῳ εὐαγγελιζόμενος, αὐτῆς λεγούσης »πῶς ἔσται ταῦτα, ὅτα ἄνδρα οὐ γινώσκων«, τὸ ἀσφαλὲς ὑποτιθέμενος ἔφη πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· καὶ κοὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ«. ἐν τῷ γὰρ εἰπεῖν [*](P145) »τὰ γεννώμενον« ἔδειξε μὲν τὴν σάρκα ἀπ᾿ αὐτῆς <εἶναι> καὶ τὴν ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ᾿ οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν καταβεβηκέναι τὸν μονογενῆ υἱὸν θεὸν Λόγον, * καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ᾿ αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ ἄλλα ἐστὶ τοιαῦτα;

εἴωθα δέ, ὡς ὑπεσχόμην, μὴ διὰ πλάτους φέρεσθαι, ἕνα μὴ εἰς ὄγκον πολὺν ἀγάγω τὴν πραγματείαν.