Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Χρῶνται δὲ καὶ ἄλλαις τισὶ βίβλοις, δῆθεν ταῖς Περιόδοις καλουμέναις Πέτρου ταῖς διὰ Κλήμεντος γραφείσαις, νοθεύσαντες μὲν τὰ ἐν αὐταῖς, ὀλίγα δὲ ἀληθινὰ ἐάσαντες,

ὡς αὐτὸς Κλήμης αὐτοὺς κατὰ πάντα ἐλέγχει ἀφ’ ὧν ἔγραψεν ἐπιστολῶν ἐγκυκλίων τῶν ἐν ταῖς ὰγίαις ἐκκλησίαις ἀναγινωσκομένων, ὅτι ἄλλον ἔχει χαρακτῆρα ἡ αὐτοῦ πίστις καὶ ὁ λόγος παρὰ τὰ ὑπὸ τούτων εἰς ὄνομα αὐτοῦ ἐν ταῖς περιόδοις νενοθευμένα. αὐτὸς γὰρ παρθενίαν διδάσκει καὶ αὐτοὶ οὐ δέχονται· αὐτὸς ἐγκωμιάζει Ἠλίαν καὶ Δαυιδ καὶ Σαμψὼν καὶ πάντας προφήτας, οὓς οὐτοι βδελύττονται.

ἐν ταῖς οὐν Περιόδοις τὸ πᾶν εἰς ἑαυτοὺς μετήνεγκαν, καταψευσάμενοι Πέτρου κατὰ πολλοὺς τρόπους, ὡς αὐτοῦ καθ’ ἡμέραν βαπτιζομένου ἁγνισμοῦ ἕνεκεν, καθάπερ καὶ οὐτοι· ἐμψύχων τε τὸν αὐτὸν ἀπέχεσθαι καὶ [*](2 vgl. S. 333, 6ff — 4ff gemeint sind die Pseudo clementinen. Wenn Epiph. den Text der Ebioniten ür älscht ärt, so gebraucht er selbst eine katholische Bearbeitung; ücke einer solchen in den Sacra parallela, vgl. Holl, Fragmente änischer äter (TU N. F. V 2) S. 2ff — 7 gemeint sind wohl die pseudoclementinischen epp. ad virgines, vgl. I 4. 6f 11 14 f; S. 6, 1ff 46, 31ff Funk-Diekamp u. 10,5; S. 11, 5f 119; S. 42, 11ff 10; S. 43, 13ff — 10 Verwerfung der Jungfräulichkeit vgl. oben c. 2, 6; S. 334, 20ff — 11 des Elias usw. vgl. unten S. 357, 27ff u. S. 359, 5ff; auf David bezieht sich wohl dement. Hom. III 25; S. 43, 8ff Lagarde διὸ καὶ ἡ τῶν ἐγγόνων προ- φητεία, μοιχῶν καὶ ψαλτηρίων γέμουσα λανθανόντως διὰ τῶν ἡδυπαθειῶν ὡς τοὺς πολέμους ἐγείρει — 12 Verwerfung der Propheten vgl. dement. Hom. III 53 S. 51, 1ff Lagarde καὶ πρὸς τούτοις ἐπὶ πλεῖον αὐτοὺς πεπλανημένους ἐλέγξαι θέλων τοὺς προφήτας παρ’ ὧν δὴ μεμαθηκέναι ἐβεβαίουν, ἐπιθυμοῦντας ἀληθείας καὶ μὴ μεμαθηκότας τελευτήσαντας ἀπεφήνατο εἰπών· πολλοὶ προφῆται καὶ βασιλεῖς κτἑ (Matth. 13, 17); beachte auch wie in den dement. Recogn. I 38f die Geschichtserz:ahlung sofort von Josua zu Jesus überspringt — 14 vgl. S. 334 u. Clement. Hom. VIII 2; S. 86, 11 Lagarde Χ 1; S. 100, 25 XI 1; S. 108, 14 dement. Recogn. IV 3 V 36 VHI 1 — 15ff vgl. dement. Hom. VIII 15; S. 90, 16ff Lagarde ἐπὶ τὴν παρὰ φύσιν τῶν ζῴων βορὰν τρεπόμενοι, . . οἱ δ’ ὑπὸ νόθου φύσεως τῷ καθαρῷ τῆς τροφῆς οὐκ ἀρεσκόμενοι μόνης τῆς τῶν αἱμάτων γεύσεως ἐγλίχοντο. διὸ καὶ πρῶτοι σαρκῶν ἐγεύσαντο u. dement. Hom. XII 6; S. 122, 26 = dement. Recogn. VII 6 ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι καὶ σπανίως λαχάνοις V Μ) [*](2 ὑποφαίνειεν αὐτὸν M 9 ὑπὸ am Rande nachgetragen Vcorr)

353
κρεῶν, ὡς καὶ αὐτοί, καὶ πάσης ἄλλης ἐδωδῆς τῆς ἀπὸ σαρκῶν πεποιημένης λέγουσιν, ἐπειδήπερ καὶ αὐτὸς Ἐβίων καὶ Ἐβιωνῖται παντελῶς τούτων ἀπέχονται.

ὅταν δὲ ἐρωτήσῃς ἕνα τῶν αὐτῶν, τίνος ἕνεκεν ἐμψύχων οὐ μεταλαμβάνουσι, μὴ ἔχοντές τι διηγήσασθαι ἀποκρίνονται ἀσυνέτως καὶ λέγουσι· διὰ τὸ ἐκ συνουσίας καὶ ἐπιμιξίας σωμάτων εἰναι αὐτὰ οὐ μεταλαμβάνομεν, ὡς εἰναι αὐτοὺς ὅλους τοὺς ἀπὸ ἐπιμιξίας ἀνδρός τε καὶ γυναικὸς βδελυκτοὺς κατὰ τὰ ὑπὸ τοῦ στόματος αὐτῶν ληρωδῶς εξεμεθέντα.