Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὑ ἐσταύρωσαν οἱ πατέρες μου καὶ τούτων πάντων τῶν περιεστώτων, γένηται δύναμις ἐν τούτῳ τῷ ὕδατι εἰς ἀθέτησιν πάσης φαρμακείας καὶ μαγείας ἧς οὗτοι ἔπραξαν καὶ εἰς ἐνέργειαν δυνάμεως τῷ πυρὶ εἰς τὸ ἐπιτελεσθῆναι τὸν οἶκον κυρίου«.

καὶ οὕτως λαμβάνει τὸ ὕδωρ ἐν τῇ χειρὶ καὶ ῥαίνει ἑκάστῳ φούρνακι ἐκ τοῦ υδατος. καὶ ἀνελύετο μὲν τὰ φάρμακα, τὸ πῦρ δὲ ἐνώπιον πάντων ἀνεβλύστανεν. οἱ δὲ παρόντες ὄχλοι κραυγάσαντες »εἷς θεός, ὁ βοηθῶν τοῖς Χριστιανοῖς« ἀνεχώρησαν.

πολλάκις δὲ κακούντων τὸν ἄνδρα ἐκείνων, εἰς ὕστερον μέρος τι τοῦ ναοῦ ἐν Τιβεριάδι οἰκοδομήσας καὶ μικρὰν ἐκκλησίαν ἀποτελέσας οὕτως ἐκεῖθεν ἀνεχώρησεν, ἐν Σκυθοπόλει δὲ ἐλθὼν κατέμεινεν. ἐν Διοκαισαρείᾳ δὲ καὶ ἄλλαις τισὶ τελείως ᾠκοδόμησε.

ταῦτα δὲ πραχθέντα καὶ ἐνταῦθά μοι ἐπιμνησθέντα ἕνεκεν τῆς τῶν βίβλων ἑρμηνείας, πῶς ἀπὸ Ἑλληνίδος τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην εἰς Ἑβραΐδα μετέπεσε καὶ αἱ Πράξεις τῶν ἀποστόλων, ἔως ὡδε τὰ τῆς ἱστορίας καὶ ὑφηγήσεως ἐχέτω.

13. Ἐπάνειμι δὲ τὴν κατὰ Ἐβίωνος ποιούμενος ἀκολουθίαν· διὰ γὰρ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον προϊὼν ὁ λόγος τὴν ἀκολουθίαν [*](V Μ 2 τῆς, ῆς auf Rasur u. nachher Rasur v. 4 — 5 Buchstaben V | γενομένης Μ | αγκανείας Μ 4 γεννᾶδες Μ 6 ἐγίνετο M 7 ῥῶπας εἴτουν] οὐ πᾶσι τοῖν Μ 8 φρέναν Μ 10 κα///ψάκη, μ ausradiert Vcorr καμψάκη Μ 11 <τε> * 14 ἄγγει V 21f vor τὸ πῦρ ein καὶ ausradiert V 22 V 27 ἀκολουθίαν] ἱστορίαν Μ)

349
τῆς εἰς ἡμᾶς ἐλθούσης γνώσεως παραθέσθαι ἠνάγκασεν.

ἐν τῷ γοῦν παρ᾿ αὐτοῖς εὐαγγελίῳ κατὰ Ματθαῖον ὀνομαζομένῳ, οὐχ ὅλῳ δὲ πληρεστάτῳ, ἀλλὰ νενοθευμένῳ καὶ ἠκρωτηριασμένῳ Ἑβραϊκὸν δὲ τοῦτο καλοῦσιν) ἐμφέρεται ὅτι »ἐγένετό τις ἀνὴρ ὀνόματι Ἰησοῦς, καὶ αὐτὸς ὡς ἐτῶν τριάκοντα, ὃς ἐξελέξατο ἡμᾶς. καὶ ἐλθὼν εἰς Καφαρναοὺμ εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ ἐπικληθένος Πέτρου καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν·