Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἴποι δ’ ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου Δαυὶδ οὐ καθέζεται; »ἡλθον« γάρ φησι τὸ εὐαγγέλιον χρῖσαι αὐτὸν εἰς βασιλέα, καὶ γνοὺς ἀνεχώρησε« »καὶ ἐκρύβη ἐν Ἐφραὶμ πόλει τῆς ἐρήμου«.

φθάσαντες δὲ ἐπὶ τὸν τόπον τοῦ ῥητοῦ τούτου καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς ὑποθέ- [*](2 zu Ἰεσσαῖοι vgl. unten S. 325, 21 ff — 2f vgl. Act. 11, 26 — 7 Psal. 131, 11 — 11 Psal. 131, 11 — 12 Psal. 109, 4 — 13 f vgl. Hebr. 6, 17 — 15 Gen. 22, 16 — 15 f vgl. Hebr. 6, 13 — 23 vgl. Rom. 1, 3 — 25 vgl. Job. 6, 15 — 26 Job. 11, 54 V M) [*](2 καὶ < V 8 δέδια δὲ] διὰ δὲ M. Ι † ὡς] lies etwa μὴ εἰς πολὺ μῆκος ἐλάσω τὴν πραγματείαν· διὸ > ως * 9 † ὑπόθεσιν] ὑπόμνησιν aus ὑπόθεσιν Vcorr; ricbtiger etwa ὑφήγησιν * 14 τις Μ 16 ὁ < V 17 ὁ < Μ 19 τοῦ < Μ 20 ὡς *] ὥσπεροῦν aus ὃς Vcorr ὃς M 20 f καὶ < V 21 vor Χριστός + ὁ M 27 πόλιν M Ι ἡμεῖς binter δὲ hineingeflickt Vcorr 28 ἠρωτημένοι Μ)

323
σεως, ὅτι τίνι τῷ λόγῳ κατὰ τὸ σαρκικὸν οὐ πεπλήρωται ἐπὶ τὸν σωτῆρα τὸ καθίσαι ἐπὶ θρόνον Δαυίδ ἐνομίσθη γὰρ τοῦτό τισι μὴ πεπληρῶσθαι), ὅμως ὡς ἔστιν ἐροῦμεν. οὐδεμία γὰρ λέξις τῆς ἁγίας τοῦ θεοῦ γραφῆς διαπίπτει.

3. Θρόνος γὰρ Δαυὶδ καὶ βασιλικὴ ἔδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ ἱερωσύνη, ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ κύριος δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ Δαυίδ, μὴ διαλείποντα εἰς τὸν αἰῶνα.

ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσεν ὁ θρόνος Δαυὶδ ἕως αὐτοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων ἕως ἠλθεν »ᾡ τὰ ἀποκείμενα ἦν καὶ αὐτὸς προσδοκία ἐθνῶν‘ <ὥς>