Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀνατρέπουσα τοὺς αὐτῇ πειθομένους, πῆ μὲν ἀπὸ παλαιᾶς θρῃσκείας τὰ τῆς νέας διαθήκης ἀφανίζουσα, πῆ δὲ διὰ λόγων ψευδῶν ὡς ὡς νέας διαθήκης κατὰ τῶν ἀπὸ περιτομῆς εἰς Χριστὸν πεπιστευκότων ἀποστόλων τὰς ψευδηγορίας περιφέρουσα, ἡς τήν τε σῆψιν καὶ τὸν ἰὸν καὶ τοὺς ὀδόντας τῷ ξύλῳ τῆς ἀληθείας παίσαντες καὶ συντρίψαντες ἐπὶ τὰς μετέπειτα ὡς προεῖπον διεξιέναι ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.

Ναζωραῖοι καθεξῆς τούτοις ἕπονται, ἅμα τε αὐτοῖς ὄντες ἢ καὶ πρὸ αὐτῶν ἢ σὺν αὐτοῖς ἢ μετ' αὐτούς, ὅμως σύγχρονοι· οὐ γὰρ ἀκριβέστερον δύναμαι ἐξειπεῖν τίνες τίνας διεδέξαντο. καθὰ γὰρ ἔφην, σύγχρονοι ἦσαν ἀλλήλοις καὶ ὅμοια ἀλλήλοις κέκτηνται τὰ φρονήματα.

οὑτοι γὰρ ἑαυτοῖς ὄνομα ἐπέθεντο οὐχὶ Χριστοῦ οὔτε αὐτὸ τὸ ὄνομα τοῦ Ἰησοῦ,

ἀλλὰ Ναζωραίων πάντες δὲ Χριστιανοὶ [*](13 ff vgl. mit Epiph. insbesondere Irenaeus adv. haer. 1 26, 2; I 212 f Harvey Hippolyt refut. VII 34; S. 221 Wendland Ps. Tertullian adv. omn. haer. 3 Filastrius haer. 37; S. 20, 14ff Marx Origenes c. Cels. II 1; I 126, 17 ff ötschau V 61; Ii 65, 4 ff V 65; II 68, 11 ff in Matth. tom. XVI 12; IV 37f Lommatzsch Eusebius h. e. III 27, 1ff; S. 255, 24 ff Schwartz VI 17; S. 554, 18 ff Hieronymus in Isaiam zu 1, 12; Migne 24, 34B (ebenda zu 1, 3); Migne 24, 27A u. zu 8, 11 ff; 119A in Ezech. 16, 16; Migne 25, 139 C ep. 112, 13, 2; CSEL 55, 381, 26 ff Hilberg de vir. ill. 3 (Hieronymus stimmt in der Unterscheidung von äern u. Ebioniten mit Epiph. überein; ob er Nazorei oder Nazarei oder Nazareni geschrieben hat, ist auch durch Hilberg noch nicht sichergestellt: die beste Hdschr. hat S. 381, 26 nazoreus) — 19 f vgl. Act. 24, 5 V Μ) [*](3 σιπιδῶνι Μ 4 οὐκ ἐχούσῃ δὲ οὐδὲ] ἐχούση δὲ οὐκ Μ 6. 8. 10 ἀνατρέπουσα . . ἀφανίζουσα . . περιφέρουσα *] ἀνατρεπούσῃ . . ἀφανιζούση . . . περιφερούση VM 9 κατὰ τῶν] κατάγων M 10 σῆψιν] σιτὶν M 12 χωρῆσαι statt διεξιέναι auf Rasur Vcorr Ι σπεύσωμεν aus πιστεύσωμεν Vcorr Ι Uterschrift κατὰ Κηρινθιανῶν τῶν καὶ Μηρινθιανῶν V 13 κατὰ Ναζωραίων θ ἡ καὶ κθ V 16 καθὰ γὰρ] καθάπερ M 17 τὰ < M 19 vor πάντες hineingeflickt καὶ Vcorr)

322
Ναζωραῖοι τότε ὡσαύτως ἐκαλοῦντο· γέγονε δὲ ἐπ' ὀλίγῳ χρόνῳ καλεῖσθαι αὐτοὺς καὶ Ἰεσσαίους, πρὶν ἢ ἐπὶ τῆς Ἀντιοχείας ἀρχὴν λάβωσιν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί.

ἐκαλοῦντο δὲ Ἰεσσαῖοι διὰ τὸν Ἰεσσαί, οἶμαι, ἐπειδήπερ ὁ Δαυὶδ ἐξ Ἰεσσαί, ἐκ δὲ τοῦ Δαυὶδ κατὰ διαδοχὴν σπέρματος ἡ Μαρία, πληρουμένης τῆς θείας γραφῆς, κατὰ τὴν παλαιὰν διαθήκην τοῦ κυρίου λέγοντος πρὸς τὸν Δαυίδ ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου«.

2. Δέδια δὲ καθ’ ἑκάστην ὑπόθεσιν λέξεως, † ὡς ταύτην τὴν † ὑπόθεσιν ποιοῦμαι, παρακινούσης με τῆς ἀληθείας τὰς ἐν αὐτῇ τῇ λέξει θεωρίας ὑποφαίνειν, διὰ τὸ μὴ πολὺ πλάτος περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως.

τοῦ γὰρ κυρίου φήσαντος τῷ Δαυίδ »ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου« καὶ ὅτι »ὥμοσε κύριος τῷ Δαυὶδ καὶ οὐ μεταμεληθήσεται« δῆλον ὡς ἡ τοῦ θεοῦ ἀμετάθετός ἐστιν ἐπαγγελία.

καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ θεῷ τί ἐστιν ἀλλ' ἢ τό »κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος«; »οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον ὁ θεός«· ἀλλὰ οὐδὲ ὄμνυσι τὸ θεῖον, εἰς παρά- στασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν δύναμιν. μεθ’ ὅρκου γὰρ ὤμοσε κύριος τῷ Δαυὶδ ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ τὸν θρόνον αὐτοῦ.

μαρτυροῦσι δὲ οἱ ἀπόστολοι ὅτι ἐκ σπέρματος τοῦ Δαυὶδ ἔδει τὸν χριστὸν γεννηθῆναι, ὡς καὶ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστός· παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυριῶν, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς γε προεῖπον.

εἴποι δ’ ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου Δαυὶδ οὐ καθέζεται; »ἡλθον« γάρ φησι τὸ εὐαγγέλιον χρῖσαι αὐτὸν εἰς βασιλέα, καὶ γνοὺς ἀνεχώρησε« »καὶ ἐκρύβη ἐν Ἐφραὶμ πόλει τῆς ἐρήμου«.