Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐν ταύτῃ γὰρ τῇ πατρίδι, φημὶ δὲ Ἀσίᾳ, ἀλλὰ καὶ ἐν τῇ Γαλατίᾳ πάνυ ἤκμασε τὸ τούτων διδασκαλεῖον, ἐν 012 καί τι παραδόσεως πρᾶγμα ἠλθεν εἰς ἡμᾶς, ὡς τινῶν μὲν παρ’ αὐτοῖς προφθανόντων τελευτῆσαι ἄνευ βαπτίσματος, ἄλλους δὲ ἀντ’ αὐτῶν εἰς ὄνομα ἐκείνων βαπτίζεσθαι, ὑπὲρ τοῦ μὴ ἐν τῇ ἀναστάσει ἀναστάντας αὐτοὺς δίκην δοῦναι τιμωρίας βάπτισμα μὴ εἰληφότας, γίνεσθαι δὲ ὑποχειρίους τῆς τοῦ κοσμοποιοῦ ἐξουσίας.

καὶ τούτου ἕνεκα ἡ παράδοσις ἡ ἐλθοῦσα εἰς ἡμᾶς φησι τὸν αὐτὸν ἅγιον ἀπόστολον εἰρηκέναι »εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;‘ καλῶς δὲ ἄλλοι τὸ ῥητὸν ἑρμηνεύοντές φασιν ὅτι οἱ μέλλοντες τελευτᾶν, ἐπὰν ὠσι κατηχούμενοι, χούμενοι, ἐπὶ ταύτῃ τῇ ἐλπίδι πρὸ τῆς τελευτῆς λουτροῦ καταξιοῦνται, δεικνύντες ὅτι ὁ τελευτήσας καὶ ἀναστήσεται καὶ διὰ τοῦτο ἐπιδέεται τῆς διὰ τοῦ λουτροῦ ἀφέσεως ἁμαρτημάτων.

τούτων δὲ οἱ μὲν τὸν Χριστὸν μηδέπω ἐγηγέρθαι κεκηρύχασιν, ἀνίστασθαι δὲ μετὰ πάντων, οἱ δὲ ὅτι ὅλως νεκροὶ οὐκ ἀναστήσονται.

διὸ μέσος χωρήσας ὁ ἀπό- [*](6 I Kor. 15, 16 — 7 I Kor. 15, 32 — 8 I Kor. 15, 33 — 10 I Kor. 15, 14f — 23 I Kor. 15, 29 V M) [*](4 παρὰ τούτοις] παρ' ἐκείνοις V 5 ὁ ἀπόστολος] ὁ Παῦλος V 6 λέγει aus ἔλεγεν V corr 7 φάγομεν καὶ πίομεν M 10 μήπω V 12 δὲ < Μ 13 ὅνπερ V corr 14 * etwa ἐπεὶ καὶ ἐν Κορίνθῳ ἀνέστησάν τινες λέγοντες, ὅτι ἀνάστασις νεκρῶν οὐκ > Ι μὲν]* 14f μὲν <μηδέπω> *, vgl. Ζ. 28ff] μὴ μὲν V corr μὲν M 17 τοῦτον M Ι παραδό///σεως, ο aus ω Vcorr 20 ἀναστάντα M 21 εἰληφότας, α aus ε V corr 25 φησὶν M Ι ἐ///ὰν, π ausradiert V corr 26 καταξιοῦνται λουτροῦ M 28 διὰ < M)

319
στολος πρὸς ἀμφοτέρους τούτους καὶ τὰς λοιπὰς αἱρέσεις ἐν τῇ μιᾷ ἐργασίᾳ τὴν ἀνατροπὴν πεποίηται ἐν τιῇ περὶ νεκρῶν † ἀναστὰσει καὶ ἐν ταῖς μαρτυρίαις αἷς κατὰ λεπτότητα διεξιὼν τὴν βεβαίαν σύστασιν ἐποιήσατο τῆς τῶν νεκρῶν ἀναστάσεως καὶ σωτηρίας καὶ ἐλπίδος,

φάσκων »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶτὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίνα« καὶ πάλιν ὅτι »Χριστὸς ἐγήγερται ἀπαρχὴ τῶν κεκοιμημένων«, ἵνα τὰς ἀμφοτέρας σχέσεις τῶν αἱρέσεων ἐλέγξας τὸ ἀμόλυντον τῆς διδασκαλίας κήρυγμα ἐξ ἀληθείας διδάξῃ τοὺς βουλομένους εἰδέναι τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ σωτηριώδη διδασκαλαν.

7. Πανταχόθεν τοίνυν φωρατὸς ἂν εἴη Κήρινθος καὶ οἱ ἀμφ᾿ αὐτόν, ἀπατηθεὶς ὁ τάλας καὶ ἄλλοις αἴτιος γεγονὼς ἀπωλείας, τῶν θείων γραφῶν σαφῶς ἡμῖν κατὰ λεπτότητα περὶ πάντων εἰσηγουμένων.