Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀσύστατα τόνυν ταῦτα παρὰ τούτοις, τά τε ῥήματα καὶ νοήματα. ὅθεν κοὶ ὁ ἀπόστολος ἐκπληττόμενος τοῖς μὲν ἀπιστοῦσι τῇ ἀναστάσει τῶν νεκρῶν τῇ μελλούσῃ ἔσεσθαι ἔλεγεν »εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται« καὶ τό »φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ άποθνᾐσκομεν« καὶ τό μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί«.

πάλιν δὲ τοῖς λέγουσι τὸν Χριστὸν μηδέπω ἐγηγερμένον ὡσαύτως τὸν ἔλεγχον ἐπιφέρει λέγων »εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν , ματαία καὶ ἡ πίστις ἡμῶν. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ > ὅτι ἤγειρεν τὸν Χριστόν , εἴπερ οὐκ ἤγειρεν«. * ὡς τῶν μὲν] ἀποστόλων κηρυττόντων Χριστὸν μὲν > ἐγηγέρθαι, νεκροὺς δὲ μὴ ἐγείρεσθαι.

ἐν ταύτῃ γὰρ τῇ πατρίδι, φημὶ δὲ Ἀσίᾳ, ἀλλὰ καὶ ἐν τῇ Γαλατίᾳ πάνυ ἤκμασε τὸ τούτων διδασκαλεῖον, ἐν 012 καί τι παραδόσεως πρᾶγμα ἠλθεν εἰς ἡμᾶς, ὡς τινῶν μὲν παρ’ αὐτοῖς προφθανόντων τελευτῆσαι ἄνευ βαπτίσματος, ἄλλους δὲ ἀντ’ αὐτῶν εἰς ὄνομα ἐκείνων βαπτίζεσθαι, ὑπὲρ τοῦ μὴ ἐν τῇ ἀναστάσει ἀναστάντας αὐτοὺς δίκην δοῦναι τιμωρίας βάπτισμα μὴ εἰληφότας, γίνεσθαι δὲ ὑποχειρίους τῆς τοῦ κοσμοποιοῦ ἐξουσίας.

καὶ τούτου ἕνεκα ἡ παράδοσις ἡ ἐλθοῦσα εἰς ἡμᾶς φησι τὸν αὐτὸν ἅγιον ἀπόστολον εἰρηκέναι »εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;‘ καλῶς δὲ ἄλλοι τὸ ῥητὸν ἑρμηνεύοντές φασιν ὅτι οἱ μέλλοντες τελευτᾶν, ἐπὰν ὠσι κατηχούμενοι, χούμενοι, ἐπὶ ταύτῃ τῇ ἐλπίδι πρὸ τῆς τελευτῆς λουτροῦ καταξιοῦνται, δεικνύντες ὅτι ὁ τελευτήσας καὶ ἀναστήσεται καὶ διὰ τοῦτο ἐπιδέεται τῆς διὰ τοῦ λουτροῦ ἀφέσεως ἁμαρτημάτων.

τούτων δὲ οἱ μὲν τὸν Χριστὸν μηδέπω ἐγηγέρθαι κεκηρύχασιν, ἀνίστασθαι δὲ μετὰ πάντων, οἱ δὲ ὅτι ὅλως νεκροὶ οὐκ ἀναστήσονται.