Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Ἀλλὰ ταῦτα μὲν τότε ἐπραγματεύθη κινηθέντα ὑπὸ τοῦ προειρημένου ειρημένου ψευδαποστόλου Κηρίνθου, ὡς καὶ ἄλλοτε στάσιν αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ ἐργάσαντο ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ὁπηνίκα Παῦλος ἀνῆλθε μετὰ τίτου καὶ ὡς οὗτος ἔφη ὄτι » ἄνδρας ἀκροβύστους εἰσήνεγκε μεθ’ ἑαυτοῦ«, ἤδη περὶ Τίτου λέγων, »καὶ κεκοίνωκε φησί) τὸν ἅγιον τόπον‘.

διὸ καὶ Παῦλος λέγει »ἀλλ' οὐκὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους. οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερία,’ ἡμῶν ἥν ἔχομεν ἐν Χριστῷ, οἷς οὐδὲ πρὸς κρὸς ὥραν τῇ ὑποταγῇ«· καὶ τοῖς ἐν ἀκροβυστίᾳ παραγγέλλων ἔλεγενε μὴ περιτέμνεσθε·

ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήει« διήρκεσε δὲ ἡ περιτομὴ χρόνῳ ὑπηρετήσασα, ἕως ἡ μείζων περιτομὴ παρεγένετο, [*](P113) τουτέστιν τὸ ·λουτρὸν τῆς παλιγγενεσίας, ὡς παντί τῳ δῆλόν ἐστι καὶ σαφέστερον δείκνυται ἀπὸ τῶν παρὰ τοῖς ἀποστόλοις εἰρημένων, μάλιστα παρὰ τῷ ἁγίῳ ἀποστόλῳ Παύλῳ· φάσκει γὰρ οὕτως »οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ«.