Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Τοῦ δὲ κυρίου πάντοτε τὴν ἐπιμέλειαν τῆς ἀνθρωπότητος ποιουμένου καὶ τὸ σαφὲς τῆς ἀληθείας ἐν τοῖς τῆς ἀληθείας υἱοῖς ἀσφαλιζομένου καὶ δόντος Πέτρῳ τῷ ἁγίῳ ἀποστόλῳ ποιήσασθαι τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον, φανερὰ γίνεται ἡ τοῦ Κηρίνθου ἄνοια.

φησὶ γὰρ ὁ ἅγις Πέτρος Πέτρος ἤμην ἐν πόλει Ἱόππῃ καὶ εἶδον ἐν μέσῃ τῇ ἡμέρᾳ περὶ ὥραν ἕκτην ὀθόνην καθιε μένην, δεδεμένην ἐν τέτρασιν ἀρχαῖς, ἐν ᾐ ἦν πάντα τὰ τετράποδα καὶ ἑρπετά. καὶ εἶπέν μοι· θῦσον καὶ φάγε. ἐγὼ δὲ εἶπον· κύριε μηδαμῶς, ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου. ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθέρισε, σὺ μὴ κοίνου. καὶ ἐξαυτῆς ἰδοὺ δύο ἄνδρες εἱστήκεισαν εἰς τὴν οἰκίαν καὶ εἶπέν μοι τὸ πνεῦμα· πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος«.

καὶ λοιπὸν διηγεῖται, ὡς ἐν παραβολῇ ταῦτα πρὸς αὐτὸν εἴρηται καὶ ὡς τότε ἐδίσταξεν, ἕως ὅτε ὁ κύριος ἐναργῶς ἔδειξεν αὐτῷ ἅ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν.

εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ὅτε ἠλθεν εἰς Καισάρειον, ἐπἐπεσε [*](1 vgl. Act. 11, 2 — 7 Act. 11, 3 — 16 ff Act. 11, 4ff V M 5 — S. 316, 10 mit Auslassungen Catena in Acta apost.S 193, 21 ff Gramer (=cat.)) [*](3 ἀγγέλου angeflickt Vcorr 5 μηδένα Μ Ι παρεκίνει aus παρ' ἐκείνη V 6 ἐπανελθόντος cat. 7 εἰσῆλθας M 8 ἑαυτοῦ V 12 — 14 κυρίου — ἀσφαλι- ζομένου < cat. 11 τῷ ἁγίῳ ἀποστόλῳ < cat. Ι ποιήσασθαι hinter ἔλεγχον Ζ. 15) cat. 15 ἐλέγχους aus ἔλεγχον Vcorr Ι φανερὰ + γὰρ V 16 — 25 < cat. 19f μηδαμῶς κύριε M 21 φωνὴ ἐκ δευτέρου M 22 ἐκαθερισεν, ά V corr ἐκαθέρισεν M 23 εἰς] ἐπὶ M 21 ταῦτα + ἃ Μ 25 καὶ ὡς τότε] τότε] τότε γὰρ cat. Ι ἐδίσταζεν u. + ὁ ἅγιος cat. 26 ἅ < Μ Ι αὐτῶν M Ι εὐθὺ Μ 27 ὅτε — Καισάρειον < cat.)

316
τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ Κορνήλιον. καὶ ἰδὼν ὁ Πέτρος εἶπε μή τι δύναται κωλῦσαι τὸ ὕδωρ ἀπὸ τούτων τῶν καταξιωθέντων τὸ πωεῦμα τὸ ἄγιον λαβεῖν, ὡς καὶ ἡμεῖς ἐξ ἀρχῆς;«

τὸ πᾶν δὲ ἠν τοῦτο μυστήριον καὶ τῆς τοῦ θεοῦ φιλανθρωπίας ἔργον, ὅπως ὅ τε ἄγιος Πέτρος πᾶς πᾶς τις γνώσεται ὅτι οὐκ ἀπ' ἀνθρώπων ἡ τῶν Μνῶν σωτηρία, ἀλλ' ἐκ θεοῦ. προῦλαβεν γὰρ ὁ θεὸς δοῦναι τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος καὶ τὴν τοῦ ἀγγέλου ὀπτασίαν καὶ τὴν ἀποδοχὴν τῆς εὐχῆς καὶ νηστειῶν καὶ ἀγαθοποιιῶν, ἵνα ὅ ἐπιστεύθησαν οἱ ἀπόστολοι, μάλιστα ὁ ἅγιος Πέτρος καὶ οἱ λοιποὶ ἀπόστολοι, μὴ ἀποστερήσωσιν τὸν ἐκ θεοῦ κατὰ ἀλήθειαν κεκλημένον.