Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ δὲ συνεχώρει μὲν τοῦ ποιεῖν αὐτούς, βούλεται δὲ τὰ ὑπ' αὐτῶν γενόμενα τουτέστιν ἀνθρώπους καὶ ψυχάς) πάλιν πρὸς [*](17 ff vgl. oben haer. 23, 4, 1ff; S. 252, 1 ff V M Niceph. (bis Ζ. 7)) [*](5 καὶ2 < M 6 τε hineingeflickt Vcorr < M Ι hinter προσκυνοῦσι 2 Buchstaben wegradiert V προσκυνοῦσι + τε M 8 003E; * 9 σωτηρίας Μ 12 κατὰ *] παρὰ V M 13 ἔσθ' ὅπη] ἐθόπη M Ι μωρὰ] μωρείας M 17 ἀκατο///νόμαστος, ο aus ω V ἀκατονόμαστος Μ 20 ποιήσωσιν M 21 ἠβούλετο V 25 vor εἰς + καὶ Μ 27 γενόμενα ül., vgl. Z. 29 u. 31] γινόμενα VM 29 γινόμενα M 31 γινόμενα M)

312
ἑαυτὸν ἀναλαμβάνειν παρὰ τὴν τούτων βούλησιν, ἅρα ἔσται πλεονεξία ἐν μέσῳ καὶ οὐδὲν ἕτερον, ἅρπαζομένων τῶν τῶν τῶν ἀγγέλων * ἀνθρώπων ὑπὸ τοῦ ᾶνωθεν παρὰ τὴν τούτων βούλησιν· ἀλλὰ καὶ ἀδράνεια εἴη, ἐπειδὴ μὴ αὐτὸς δυνάμενος ἑαυτῷ ποιεῖν ἁρπάζει τὰ ὑπὸ τῶν ὑπ' αὐτοῦ γενομένων γενόμενα.

καὶ ἔσται λοιπὸν μῦθος καὶ μωρολογία, τῶν μὲν κάτω δυναμένων ὑπερβῆναι τοὺς ἐν μέσῳ, τοὺς δὲ ἐν μέσω τιμωρεῖσθαι αἐτίους ὄντας τῶν κάτω καὶ τοὺς κάτω ὑπὲρ τοὺς μέσους πρὸς τὸν ἄνω σᾠζεσθαι καὶ ἐλευθεροῦσθαι, λέγω δὴ τὰς ψυχὰς τῶν ἐν τῇδε τῇ κτίσει. εἴη δ’ ἂν ὁ μὲν ἄνω μὴ δυνηθεὶς ποιῆσαι ἀσθενὴς κρινόμενος, οἱ δὲ ὑπ' αὐτοῦ γενόμενοι <δυνατοί> δυνάμενοι ποιῆσαι ἅ αὐτὸς μὲν οὐκ ἐβούλετο, ἢ ἐβούλετο καὶ οὐκ ἠδύνατο.

οὐ γὰρ δύναται ὅ ἐκεῖνος ἐπιποθεῖ, εἶναι αὐτῷ κακὸν οὐδὲ ὑπὸ κακῶν γεγονέναι. εἰ γὰρ ἡν κακόν, ἐχρῆν ἀπόλλυσθαι. εἰ δὲ ὅλως μέρος τι τοῦ ἔργου σῴζεται, οὐκέτι τὸ ἔργον φαῦλον, κάν τε μέρος αὐτοῦ σῳζόμενον εὐρίσκοιτο, οὔτε οἱ ποιήσαντες φαῦλοι > τὸ σῳζόμενον τεχνησάμενοι.

εἰ δὲ ὅλως ἐξ ἀγγέλων ἡ Ψυχὴ καὶ ἄνωθεν λαμβάνει δύναμιν παραχθεῖσα, ἄρα γε οἱ ἄγγελοι πλἐον σωτηρίας τεύξονται, ὅτι ἡ ἀπ' αὐτῶν ψυχὴ σῴζεται, ἐκ φαύλων οὐσα. σωζομένης δὲ αὐτᾶς οὐκέτι φαῦλος οὔτε αὐτὴ ἡ Ψυχὴ ἡ γενομένη ὑπὸ τῶν ἀγγέλων οὕτε οἱ ἄγγελοι, ἐξ ὡν αὐτὴ ἡ ψυχὴ ὑπάρχει.

8. Παντὶ δὲ τῷ τὸν νοῦν ἐρρωμένον ἔχοντι ἰστέον ἂν εἴη ὄτι ἀνοίας ἐστὶ τὸ πᾶν τοῦτο ἀγυρτῶδες ἐργαστήριον.