Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ψυχῆς δὲ εἶναι μόνης σωτηρίαν φασὶ καὶ οὐχὶ σωμάτων.

7. Δεῖ τοίνυν τούτους ἀνατρέπειν παντὶ σθένει· μηδεὶς γὰρ καταφρονείτω λόγου καὶ μάλιστα κατὰ ἀπατεώνων. ἀλλ' εἴποι τις ἄν· οὐ γάρ ἐστι φωρατὰ καὶ μωρίας ἔμπλεα; ἀλλ' ἔσθ' ὅπη καὶ τὰ μωρὰ πείθει τοὺς ἄφρονας καὶ τοὺς συνετοὺς παρεκτρέπει, ἐὰν μὴ παρῇ ὁ νοῦς ὁ ἐν τῇ ἀληθείᾳ ἠσκημένος. ἐμπεσόντος τοίνυν καὶ τούτου τῇ Σίμωνος μαγείᾳ καὶ τῶν λοιπῶν, τοῖς αὐτοῖς καὶ τοῦτον ἀνατρέ- φομεν.

εἰ γὰρ ἡ ἄγνωστος καὶ ἀκατονόμαστος δύναμις αἰτία γέγονεν Ι ἄλλων ἀγγέλων, ἤ ἐστιν ἄγνοια παρὰ τῇ αὐτῇ τουτέστιν τῷ πατρὶ τῶν ὅλων, εἰ μὴ ᾔδει ἅ μέλλουσι πράττειν οἱ ὑπ' αὐτοῦ κατασκευαζόμενοι ἄγγελοι, ἀγνοήσας ὅτι ἀποστήσονται καὶ ποιήσουσιν ἃ μὴ αὐτὸς ἐβούλετο — ἢ τούτους μὲν ἐποίησε γινώσκων ὅτι ποιή- σουσιν, ὅ αὐτὸς οὐ βούλεται παρ' αὐτῶν δὲ γέγονε, καὶ ἔσται διὰ τῆς γνώσεως καὶ εὐδοκίας αὐτὸς ποιήσας ἃ ἐκεῖνοι τετολμήκασιν.