Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

λέγουσι δὲ πάλιν ὅτι τοῖς ἀξίοις ἀξίοις καταξιοῦμεν διηγεῖσθαι, ἵνα πράξωσι τὰ δοκοῦντα εἶναι κακά, οὐκ ὄντα δὲ φύσει κακά. ἵνα μαθόντες ἐλευθερωθῶσι.

σφραγῖδα δὲ ἐν καυτῆρι ἢ δι’ ἐπιτηδεύσεως ξυρίου ἢ ῥαφίδος ἐπιτιθέασιν οὗτοι οἱ ἀπὸ Καρποκρᾶ ἐπὶ τὸν δεξιὸν λοβὸν τοῦ ὠτὸς τοῖς ὑπ' αὐτῶν ἀπατωμένοις.

Ηλθεν δὲ εἰς ἡμᾶς ἥδη πως Μαρκελλίνα τις ὑπ’ αὐτῶν ἀπατηθεῖσα, ἥ πολλοὺς ἐλυμήνατο ἐν χρόνοις Ἀνικήτου ἐπισκόπου Ῥώμης, τοῦ μετὰ τὴν διαδοχὴν Πίου καὶ τῶν ἀνωτέρω.