Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τὸ εἰπεῖν τὸν Δαυίδ »ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ« περὶ τῆς αἰσχρότητος τοῦ άνδρός, φησί, λέγει. »ἐπὶ τὴν ἔξοδον τῶν ὺδάτων« καί »ὃ τὸν καρπὸν αὐτοῦ δώσει« τὴν τῆς ὴδονῆς ἀπόρροιαν, φησί, λέγει· καί »τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσται«, ὅτι οὐχ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ αὐτοὶ αὐτὸ ἐσθίομεν

9. Καὶ ἵνα μὴ τὰς μαρτυρίας αὐτῶν ἐν μέσῳ φέρων βλαψω μᾶλλον ἤπερ ὠφελήσω, τούτου χάριν τὰ πολλὰ ὑπερβήσομαι, ἐπεὶ ἂν τὰ πάντα παρ’ αὐτοῖς λεγόμενα κακῶς ἐνταῦθα παρατιθέμενος διηγόρευον. τὸ γὰρ εἰπεῖν, φησί, τεθεικέναι τὴν Ῥαὰβ κόκκινον έν τῇ τῇ] [*](D 48) θυρίδι οὐκ ἠν, φησί, κόκκινον, ἀλλὰ τὰ μόρια τῆς γυναικείας φύσεως καὶ τὸ κόκκινον αἱμα τῶν καταμηνίων λέγει, καὶ τὸ εἰπεῖν »πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων«, περὶ τοῦ αὐτοῦ λέγει.

φασὶ δὲ εἰναι τὴν σάρκα ἀπολλυμένην καὶ μὴ ἐγειρομένην, εἶναι δὲ ταύτην τοῦ ἄρχοντος.

τὴν δὲ δύναμιν τὴν ἐν τοῖς καταμηνίοις καὶ ἐν ταῖς γοναῖς ψυχὴν εἶναί φασιν, ἣν συλλέγοντες ἐσθίομεν· καὶ ἅπερ ἡμεῖς [*](1 Job. 3, 12 — 2 Job. 6, 62 — 5 Job. 6, 53 — 6 Job. 6, 60 — 7 f vgl. Job. 6, 66 — 9 Psal. 13 — 13 Psal. 1, 3 — 19 vgl. Jos. 2, 18; die gemein-christliche Deutung des roten Seils bei Justin dial. c. 111 — 21 Pron. 5, 15 — 25 ff bemerke, daß bier ψυχὴ (nicbt πνεῦμα) das Stiebwort ist; dieselbe Grundanscbauung, aber mit entgegengesetzter Schlußfolgerung im Manichäismus Act. Arcbelai 8, 7 S. 13, 8 Beeson (= Panarion baer. 66, 26, 7) τῆς γὰρ τοῦ ἀγαθοῦ πατρὸς οὐσίας πᾶσαν ψυχὴν καὶ πᾶν κινούμενον ζῷον μετέχειν λέγει und ebenda 10, 2 ff; S. 15, 11 ff (= baer. 66, 28, 2 ff); dazu baer. 66, 34, 1 u. 66, 52, 1 ff V M) [*](1 ff οὐκ ἐπιστεύσατε V 8 οὔπω aus οὕτω V corr Ι φησιν < M 13 ἀπόρροιαν *] ἐπίρροιαν V M 14 φησίν < V | χαμαὶ πεσεῖν <M 16 φέρων] ἄγων V 18 παρατιθένος(!) V 19 f φησί — ἀλλὰ < Μ 20 φασί Μ Ι κόκκινον] lies σπαρτίον? * 22 τοῦ αὐτοῦ *] τούτου V M 23 καὶ μὴ ἐγειρομένην < M 25 f καὶ ἅπερ — ἐσθίομεν am Rande nacbgetragen V corr)

286
ἐσθίομεν, κρέα ἢ λάχανα ἢ ἄρτον ἢ εἴ τι ἕτερον, χάριν ποιοῦμεν ταῖς κτίσεσι, συλλέγοντες ἀπὸ πάντων τὴν ψυχὴν καὶ μεταφέροντες θεθ' ἑαυτῶν εἰς τὰ ἐπουράνια. διόπερ καὶ πάντων μεταλαμβάνουσι κρεῶν λέγοντες, ἵνα ἐλεήσωμεν τὸ γένος ἡμῶν.

φάσκουσι δὲ τὴν αὐτὴν ψυχὴν εἶναι, ἴν τε τοῖς ζῴοις καὶ ἐν κνωδάλοις καὶ ἰχθύσι καὶ ὄφεσι καὶ ἀνθρώποις ἐγκατεσπάρθαι καὶ ἐν λαχάνοις καὶ ἐν δένδρεσι καὶ ἐν γεννήμασι.

καὶ οἱ μὲν αὐτῶν Φιβιωνῖται καλούμενοι ἀναφέρουσι τὰς αἰσχρὰς αὐτῶν θυσίας τὰς τῆς πορνείας, τὰς ὑφ' ὴμῶν ἐνταῦθα προειρημένας, όνόμασι τρακοσίοις ἑξήκοντα πέντε, οἷς αὐτοὶ ἔπλασαν ἀρχόντων δῆθεν, ἐμπαίζοντες τοῖς γυναικαρίοις καὶ λέγοντες· μίγηθι μετ' ἐμοῦ, ἵνα σε άνενέγκω πρὸς τὸν ἄρχοντα.