Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ὡς τῆς Μαρίας ταραχθείσης καὶ πεσούσης χαμαὶ αὐτὸν πάλιν αὐτὴν ἐγείραντα εἰπεῖν αὐτῇ

»ἵνα τί ἐδίστασας, ὀλογόπιστε;« καί φασιν ὅτι τοῦτό ἐστι τὸ εἰρη- [*](1 Matth. 11, 11 — 11 ff ἐρωτήσεις Μαρίας, cremeint ist Maria Magdalena; ein Buch dieses Titels ist bis jetzt noch nicht aufgefunden vgl. C. Schmidt, Koptischgnostische Schriften S. XVUI u. Philotesia für P. Kleinert S. 218 — Ἰαλδαβαὼθ haer. 25, 3,5; S. 270, 11 f — Σὴθ vgl. haer. 39, 5, 1 (Sethianer) βίβλοι·ς δέ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν, ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγοντες εἶναι βίβλους u. haer. 40, 7, 4 (Archontiker) ᾡ δὴ καὶ βίβλοι·ς τινὰς ἐξετύπωσαν εἰς ὄνομα αὐτοῦ τοῦ Σὴθ γεγραμμένας, παρ' αὐτοῦ αὐτὰς δεδόσθαι λέγοντες, ἄλλας δὲ εἰς ὄνομα αὐτοῦ καὶ τῶν ἑπτὰ υἱῶν αἰτοῦ — Ἀδὰμ, Adamapokalypsen nur hier bezeugt — 24 vgl. Matth. 14, 31; dazu das Apokrj-phon Johannis (C. Schmidt in Philotesia ür P. Kleinert S. 319) » Johannes icesicegcn zweifelst du . . . doch sei nicht äubig« V M) [*](3 zu αὐτὸς am Rande nachgetragen ὁ σωτὴρ V corr Ι ἀπὸ *] ὑπὸ V M 5 ἐν < V 7 * etwa < μικρότερος αἰτοῦ ἐφαίνετο> * 8 ὢν] ἦν M τοῦτο M Ι εὔδηλον M 10 μεταπεποιημένα M 13 τε *] δὲ V M 14 ἄλλας V; lies wohl ἄλλοι φέρουσιν * 21 μεταλαβόντα, μετα oben über V corr 22 δεῖ oben drüber Vcorr 24 vor τοῦτο + καὶ)

285
μένον ἐν τῷ εὐαγγελίῳ, ὅτι »εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, τὰ ἐπουράνια πῶς πιστεύσετε;« καὶ τό »ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον«. τουτέστιν τὴν άπόρροιαν μεταλαμβανομένην ὅθεν καὶ ἐξῆλθεν,

καὶ τὸ εἰπεῖν »ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἱμα« καὶ τῶν μαθητῶν ταρασσομένων καὶ λεγόντων »τίς δύναται τοῦτο άκοῦσαι;« φασὶν ὡς περὶ τῆς αἰσχρότητος ἠν ὁ λόγος.

διὸ καὶ ἐταράχθησαν καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω· οὔπω γὰρ ἠσαν, φησίν, ἐν πληρώματι ἐστερεωμένοι.

καὶ τὸ εἰπεῖν τὸν Δαυίδ »ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ« περὶ τῆς αἰσχρότητος τοῦ άνδρός, φησί, λέγει. »ἐπὶ τὴν ἔξοδον τῶν ὺδάτων« καί »ὃ τὸν καρπὸν αὐτοῦ δώσει« τὴν τῆς ὴδονῆς ἀπόρροιαν, φησί, λέγει· καί »τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσται«, ὅτι οὐχ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ αὐτοὶ αὐτὸ ἐσθίομεν

9. Καὶ ἵνα μὴ τὰς μαρτυρίας αὐτῶν ἐν μέσῳ φέρων βλαψω μᾶλλον ἤπερ ὠφελήσω, τούτου χάριν τὰ πολλὰ ὑπερβήσομαι, ἐπεὶ ἂν τὰ πάντα παρ’ αὐτοῖς λεγόμενα κακῶς ἐνταῦθα παρατιθέμενος διηγόρευον. τὸ γὰρ εἰπεῖν, φησί, τεθεικέναι τὴν Ῥαὰβ κόκκινον έν τῇ τῇ] [*](D 48) θυρίδι οὐκ ἠν, φησί, κόκκινον, ἀλλὰ τὰ μόρια τῆς γυναικείας φύσεως καὶ τὸ κόκκινον αἱμα τῶν καταμηνίων λέγει, καὶ τὸ εἰπεῖν »πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων«, περὶ τοῦ αὐτοῦ λέγει.

φασὶ δὲ εἰναι τὴν σάρκα ἀπολλυμένην καὶ μὴ ἐγειρομένην, εἶναι δὲ ταύτην τοῦ ἄρχοντος.

τὴν δὲ δύναμιν τὴν ἐν τοῖς καταμηνίοις καὶ ἐν ταῖς γοναῖς ψυχὴν εἶναί φασιν, ἣν συλλέγοντες ἐσθίομεν· καὶ ἅπερ ἡμεῖς [*](1 Job. 3, 12 — 2 Job. 6, 62 — 5 Job. 6, 53 — 6 Job. 6, 60 — 7 f vgl. Job. 6, 66 — 9 Psal. 13 — 13 Psal. 1, 3 — 19 vgl. Jos. 2, 18; die gemein-christliche Deutung des roten Seils bei Justin dial. c. 111 — 21 Pron. 5, 15 — 25 ff bemerke, daß bier ψυχὴ (nicbt πνεῦμα) das Stiebwort ist; dieselbe Grundanscbauung, aber mit entgegengesetzter Schlußfolgerung im Manichäismus Act. Arcbelai 8, 7 S. 13, 8 Beeson (= Panarion baer. 66, 26, 7) τῆς γὰρ τοῦ ἀγαθοῦ πατρὸς οὐσίας πᾶσαν ψυχὴν καὶ πᾶν κινούμενον ζῷον μετέχειν λέγει und ebenda 10, 2 ff; S. 15, 11 ff (= baer. 66, 28, 2 ff); dazu baer. 66, 34, 1 u. 66, 52, 1 ff V M) [*](1 ff οὐκ ἐπιστεύσατε V 8 οὔπω aus οὕτω V corr Ι φησιν < M 13 ἀπόρροιαν *] ἐπίρροιαν V M 14 φησίν < V | χαμαὶ πεσεῖν <M 16 φέρων] ἄγων V 18 παρατιθένος(!) V 19 f φησί — ἀλλὰ < Μ 20 φασί Μ Ι κόκκινον] lies σπαρτίον? * 22 τοῦ αὐτοῦ *] τούτου V M 23 καὶ μὴ ἐγειρομένην < M 25 f καὶ ἅπερ — ἐσθίομεν am Rande nacbgetragen V corr)

286
ἐσθίομεν, κρέα ἢ λάχανα ἢ ἄρτον ἢ εἴ τι ἕτερον, χάριν ποιοῦμεν ταῖς κτίσεσι, συλλέγοντες ἀπὸ πάντων τὴν ψυχὴν καὶ μεταφέροντες θεθ' ἑαυτῶν εἰς τὰ ἐπουράνια. διόπερ καὶ πάντων μεταλαμβάνουσι κρεῶν λέγοντες, ἵνα ἐλεήσωμεν τὸ γένος ἡμῶν.

φάσκουσι δὲ τὴν αὐτὴν ψυχὴν εἶναι, ἴν τε τοῖς ζῴοις καὶ ἐν κνωδάλοις καὶ ἰχθύσι καὶ ὄφεσι καὶ ἀνθρώποις ἐγκατεσπάρθαι καὶ ἐν λαχάνοις καὶ ἐν δένδρεσι καὶ ἐν γεννήμασι.

καὶ οἱ μὲν αὐτῶν Φιβιωνῖται καλούμενοι ἀναφέρουσι τὰς αἰσχρὰς αὐτῶν θυσίας τὰς τῆς πορνείας, τὰς ὑφ' ὴμῶν ἐνταῦθα προειρημένας, όνόμασι τρακοσίοις ἑξήκοντα πέντε, οἷς αὐτοὶ ἔπλασαν ἀρχόντων δῆθεν, ἐμπαίζοντες τοῖς γυναικαρίοις καὶ λέγοντες· μίγηθι μετ' ἐμοῦ, ἵνα σε άνενέγκω πρὸς τὸν ἄρχοντα.

καθ' ἑκάστην δὲ μῖξιν ὀνομάζουσιν ἑνὸς ὄνομά τινος βάρβαρον τῶν παρ' αὐτοῖς πεπλασμένων, καὶ δῆθεν εὔχονται λέγοντες· προσφέρω σοὶ τῷ δεῖνι, ἵνα προσενέγκῃς τῷ δεῖνι. τῇ δὲ ἄλλῃ μίξει πάλιν ἄλλῳ ὑποτίθεται ὡσαύτως προσφέρειν, ἴνα καὶ αὐτὸς τῷ ἄλλῳ.

καὶ ἕως ἀνέλθῃ, μᾶλλον δὲ κατέλθῃ τριακοσίας ἑξήκοντα πέντε πτώσεις τῆς λαγνείας, καθ' ἑκάστην ὅνομά τι ἐπικαλεῖται τὸ τοιοῦτο ἐργαζόμενος. καὶ ἄρχεται πάλιν κατιέναι διὰ τῶν αὐτῶν, τὰ αὐτὰ αἰσχρὰ ἐπιτελῶν καὶ ἐμπαίζων ταῖς ἠπατημέναι.

ὅταν οὖν εἰς τοσοῦτον ὄγκον ἐλάσῃ ἀριθμοῦ ἑπτακοσίων τριάκοντα πτώσεων, λέγν δὴ μίξεων αἰσχρῶν καὶ όνομάτων τῶν παρ' αὐτοῖς Ι πεπλασμένων, τότε λοιπὸν τολμᾷ ὁ τοιοῦτος καὶ λέγει· »ἐγώ εἰμι ὁ Χριστός, ἐπειδὴ ἄνωθεν καταβέβηκα διὰ τῶν ὀνομάτων τῶν τξε ἀρχόντων.‘