Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐπειδὴ δὲ εἶπεν »ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστι μείζων Ἰωάννου«, ἵνα μή τινες νομίσωσι καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα εἶναι τὸν Ἰωάννην, ὅτι καὶ αὐτὸς ἀπὸ γυναικὸς ἐγεννήθη τῆς Μαρίας τῆς άειπαρθένου διὰ πνεύματος ὰγίου, ἀσφαλιζόμενος ἡμᾶς ἴφη ὅτι ὁ μικρότερος αύτοῦ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς ἐνσάρκου παρουσίας, μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

ἐπειδὴ γὰρ μετὰ ἑξάμηνον ἐγεννήθη ὁ σωτὴρ τῆς Ἰωάννου γεννήσεως, δῆλον ὅτι *, μείζων αὐτοῦ ὤν· ἠν γὰρ ἀεὶ καὶ ἔστιν. τίνι δὲ τοῦτο οὐ δῆλόν ἐστιν; ἄρα γοῦν ματαίως τὰ πάντα παρ’ αὐτοῖς πεποιήτευται, ἀπὸ ἀγαθῶν εἰς φαῦλα μεταβεβλημένα.

8. Καὶ τὰ μὲν βιβλία αὐτῶν πολλά. ἐρωτήσεις γάρ τινας Μαρίας ἐκτίθεται, ἄλλοι δὲ εἰς τὸν προειρημένον Ἰαλδαβαὼθ εἰς ὄνομα τε τοῦ Σὴθ πολλὰ βιβλία ὑποτίθενται· ἀποκαλύψεις δὲ τοῦ Ἀδὰμἄλλα λέγουσιν, εὐαγγέλια δὲ ἕτερα εἰς ὄνομα τῶν μαθητῶν συγγράψασθαι τετολμήκασιν, αὐτὸν δὲ τὸν σωτῆρα ἡμῶν καὶ κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν ὅτι αὐτὸς ἀπεκάλυψε ταύτην τὴν αἰσχρουργίαν.

ἐν γὰρ ταῖς ἐρωτήσεσι Μαρίας καλουμέναις μεγάλαις εἰσὶ γὰρ καὶ μικραὶ αὐτοῖς πεπλασμέναι) ὑποτίθενται αὐτὸν αὐτῇ άποκαλύπτειν, παραλαβόντα αὐτὴν εἰς τὸ ὄρος καὶ εύξάμενον καὶ ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα καὶ ἀρξάμενον αὐτῇ ἐγκαταμίγνυσθαι, καὶ οὕτως δῆθεν τὴν ἀπόρροιαν αὐτοῦ μεταλαβόντα δεῖξαι ὅτι »δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν«,