Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡν οὐ τολμήσω τὸ πᾶν ἐξειπεῖν, εἰ μή τι ἀναγκασθείην διὰ τὴν ὑπερβολὴν τῆς ἐν ἐμοὶ ἀλγούσης διανοίας περὶ τῶν ματαίως ὑπ' αὐτῶν γινομένων, ἐκπληττόμενος εἰς οἷον ὄγκον καὶ κακῶν βυθὸν ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος ἄγει τοὺς αὐτῷ πειθομένους, ὥστε μιᾶναι καὶ νοῦν καὶ καρδίαν καὶ χεῖρας καὶ στόματα καὶ σώματα καὶ ψυχὰς τούτων τῶν ὑπ' αὐτοῦ ἐν τῇ τοσαύτῃ σκοτώσει παγιδευθέντων.

δέδια δὲ μή πη ἄρα τὸν μέγαν τοῦτον ὅλον ἰὸν ἀποκαλύψαιμι, ὥσπερ βασιλίσκου τινὸς ὄφεως τὸ πρόσωπον, εἰς λύμην μᾶλλον τῶν ἐντυγχανόντων ἤπερ εἰς διόρθωσιν. χραίνει μὲν γὰρ τὰ ὦτα ἀληθῶς ἡ τῆς μεγάλης τόλμης βλάσφημος συναγωγὴ καὶ τῆς αἰσχρότητος αὐτῆς συλλογή τε καὶ διήγησις καὶ ἡ τῆς ἀγυρτώδους αἰσχρουργίας βορβορώδης κακόνοια,

ὡς καὶ παρά τισι φύσει Βορβοριανοὶ καλοῦνται, ἕτεροι δὲ Κοδδιανοὺς αὐτοὺς ἐπιφημίζουσι (κοδδὰ γὰρ λέγεται κατὰ τὴν Συριακὴν διάλεκτον ἢ τρυβλίον), ἀπὸ τοῦ μὴ δύνασθαί τινας μετ’ αὐτῶν ἐσθίειν, κατ ἰδίαν δὲ τοῖς μεμιαμμένοις δίδοσθαι τὰ βρώματα καὶ μή τινα δύνασθαι σὺν αὐτοῖς διὰ τὸν μολυσμὸν κἂν ἄρτον συνεσθίειν·

διά τοι τοῦτο ἀφωρισμένους τούτους ἡγούμενοι οἱ συμμέτοικοι Κοδδιανοὺς ἐπωνόμασαν. οἱ αὐτοὶ δὲ ἐν Αἰγύπτῳ Στρατιωτικοὶ καλοῦνται καὶ Φιβιωνῖται, ὡς ἄνω μοι ἐν μέρει λέλεκται· τινὲς δὲ αὐτοὺς Ζακχαίους καλοῦσιν, ἄλλοι δὲ Βαρβηλίτας.

ὅμως οὐδὲ παρελθεῖν δυνήσομαι, ἀλλὰ ἀναγκάζομαι ἐξειπεῖν. ἐπειδὴ <γὰρ> καὶ ὁ ἅγιος Μωυσῆς [*](24 f vgl. oben Anaceph. 26, 1; S. 235, 18 ff V M) [*](3 τὰς ψυχὰς καὶ τὰ σώματα M 4 nach αὐτὴν ein γὰρ eingeflickt u. das darauffolgende Μιν durchgestrichen Vcorr 5 φύροντες *] φύρουσιν, ουσιν auf Rasur Vcorr φυραθέντες M 6 ὧν *] ὡς V M Ι οὔτε V 8 ματαίων M καὶ < M 9 αὐτῶν M 12 που Μ 13 ὅλον am Zeilenende angeflickt 16 αὐτῆς] αὕτηABBREV, ein Buchstabe wegradiert V corr 17 ὡς καὶ < Μ + δὲ M 22 f διά τοι τοῦτο aus διὰ τοιοῦτο V corr 23 ἀφορισμένους Μ | συμμέτοικοι aus συνετοὶ hergestellt V corr συνετοὶ Μ 24 οἱ ABBREV αὐτοὶ δὲ 2 hinter αὐτοὶ ausradiert V οἱ δὲ αὐτοὶ δὲ Μ 26 ἐπεὶ hinter ὅμως hineingeflickt Vcorr 27 ἀλλὰ zu ὅλα ändert V corr Ι <γὰρ>)

280
πνεύματος ὰγίου ἐμφορούμενος γράφει ὅτι »ἐάν τις ἴδῃ φόνον καὶ μὴ άναγγείλῃ, ἐπικατάρατος ὁ τοιοῦτος εἴη«, οὐ δύναμαι τοῦτον τὸν μέγαν φόνον καὶ τὴν μεγάλην ταύτην φονώδη ἐργασίαν παρελθεῖν καὶ οὐχὶ δηλῶν δηλῶσαι.

δηλώσας γὰρ τάχα τοῖς συνετοῖς τὸ πτώμα τοῦτο. ὥσπερ τὸ »φρέαρ τῆς ἀπωλείας‘, φόβον καὶ φρῖξιν ἐμποιήσω εἰς τὸ μὴ μόνον ἀποδρᾶναι τοὺς συνετούς, ἀλλὰ καὶ καταλιθάσαι τὸν ἐν τῷ βαράθρῳ τοῦτον σκολιὸν ὄφιν καὶ βασιλίσκον εἰς τὸ μηδὲ πλησιάσαι τινὰ τολμᾶν. καὶ ταῦτα μὲν ἤδη περὶ αὐτῶν εἰρημένα ὀλίγα τινὰ ὄντα ἐν μέρει τετάχθω.

4. Παρελεύσομαι δὲ εἰς τὸν οἶκον τοῦ βυθοῦ τῆς θανατώδους αὐτῶν διηγήσεως (διάφορος γὰρ παρ' αὐτοῖς ἡ τῆς ἡδονῆς κακοδιδασκαλία), ὅτι πρῶτον μὲν κοινὰς τὰς ἑαυτῶν γυναῖκας ἔχουσι.

καὶ εἴ τις ξένος παραγένοιτο τοῦ αὐτῶν δόγματος, σημεῖόν ἐστι παρ' αὐτοῖς ἀνδρῶν πρὸς γυναῖκας καὶ γυναικῶν πρὸς ἄνδρας, Ι ἐν τῷ P 86 ἐκτείνειν τὴν χεῖρα, δῆθεν εἰς ἀσπασμόν, ὑποκάτωθεν τῆς παλάμης Ψηλάφησίν τινα γαργαλισμοῦ ἐμποιεῖν, διὰ τούτου ὑποφαίνοντες ὡς τῆς αὐτῶν θρῃσκείας ἐστὶν ὁ παραγενόμενος.

ἐντεῦθεν λοιπὸν ἐπιγνόντες ἀλλήλους τρέπονται εὐθὺς εἰς ἑστίασιν· δαψιλῆ δὲ τὰ ἐδέσματα κρεοφαγίας καὶ οἰνοποσίας παρατιθέασι, κἄν τε πένητες εἶεν. ἐκ τούτου δὲ συμποσιάσαντες καὶ ὡς ἔπος εἰπεῖν τὰς φλέβας τοῦ κόρου ἐμπλήσαντες ἑυτῶν εἰς οἶστρον τρέπονται.

καὶ ὁ μὲν ἀνὴρ τῆς γυναικὸς ὑποχωρήσας φάσκει λέγων τῇ ἑαυτοῦ γυναικὶ ὅτι »ἀνάστα, ποίησον τὴν ἀγάπην μετὰ τοῦ ἀδελφοῦ«. οἱ δὲ τάλανες μιγέντες ἀλλήλοις καί, ὡς ἐπὶ ἀληθείας αἰσχύνομαι εἰπεῖν τὰ παρὰ τοῖς αὐτοῖς αἰσχρὰ πραττόμενα (ὅτι κατὰ τὸν ἅγιον ἀπόστολον τὰ αύτοῖς γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν«), ὅμως οὐκ αἰσχυνθῶ λέγειν [*](1 wo? — 5 vgl. Apok. 9, 1 — 13 ff über Erkennungszeichen der Mysten vgl. Firmicus Mat. c. 18; S. 102, 13 ff Halm — 22 ff ff zu ἀγάπη vgl. Hippolyt refut. VI 19, 5; S. 146, 13 (bei den Simonianern) ἀλογίστως φάσκοντες δεῖν μίγνυσθαι, λέγοντες· πᾶσα γῆ γῆ καὶ οὐ διαφέρει ποῦ τις σπείρει, πλὴν ἵνα σπείρῃ, ἀλλὰ καὶ μακαρίζουσιν ἑαυτοὺς ἐπὶ τῇ (ξένῃ) μίξει, ταύτην εἰναι λέγοντες τὴν ἀγάπην — 26 Ephes. 5, 12 V M) [*](2 ὁ τοιοῦτος < M Ι vor οὐ δύναμαι hineingeflickt δι’ ὅπερ V corr 3 Schluß von φονώδη ein ν angeflickt V 4 πτῶμα U] στόμα V M 6 καὶ über V corr 7 βαράθρῳ] βόθρω M 12 διδασκαλία M 14 vor ἐν τῷ + <τὸ< 16 γαργαρισμοῦ V Ι ὑποφαίνοντος M 17 παραγινόμενος M 20 δὲ oben hineingeflickt V corr Ι ὡς ἔπος εἰπεῖν, am Rande nachgetragen V corr < 24 f παρ’ αἰτοῖς M 25 ὅτι vor κατὰ τὸν ἅγιον ἀπόστολον *] nachgestellt VM 25 f παρ' αὐτοῖς + τοῖς Μ)

281
ἃ αὐτοὶ ποιεῖν οὐκ αἰσχύνονται, ἵνα κατὰ πάντα τρόπον φρῖξιν ἐργάσωμαι τοῖς ἀκούουσι τὰ παρ' αὐτῶν τολμώμενα αἰσχρουργήματα —

μετὰ γὰρ τὸ μιγῆναι πάθει πορνείας πρὸς ἐπὶ τούτοις άνατείνοντες τὴν ὲαυτῶν βλασφημίαν εἰς οὐρανὸν δέχεται μὲν τὸ γύναιον καὶ ὁ ἀνὴρ τὴν ῥύσιν τὴν ἀπὸ τοῦ ἄρρενος εἰς ἰδίας αὐτῶν χεῖρας καὶ ἵστανται εἰς οὐρανὸν ἀνανεύσαντες, ἐπὶ χεῖρας δὲ ἔχοντες τὴν ἀκαθαρσίαν καὶ εὔχονται δῆθεν,

οἱ μὲν Στρατιωτικοὶ καλούμενοι καὶ Γνωστικοί, τῷ πατρὶ φύσει τῶν ὅλων προσφέροντες αὐτὸ τὸ ἐπὶ ταῖς χερσί, καὶ λέγουσιν »άναφέρομέν σοι τοῦτο τὸ δῶρον, τὸ σῶμα τοῦ Χριστοῦ«.