Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Ὁρμῶνται δὲ άπὸ μωρῶν ὀπτασιῶν καὶ μαρτυριῶν ἐν ᾡ εὐαγγελίῳ ἐπαγγέλλονται. φάσκουσι γὰρ οὕτως ὅτι »ἔστην ἐπὶ ὄρους ὑψηλοῦ καὶ εἶδον ἄνθρωπον μακρὸν καὶ ἄλλον κολοβόν, καὶ ἤκουσα ὡσεὶ φωνὴν βροντῆς καὶ ἤγγισα τοῦ ἀκοῦσαι καὶ ἐλάλησε πρός με καὶ εἶπεν· ἐγὼ σὺ καὶ σὺ ἐγώ, καὶ ὅπου ἐὰν ᾖς, ἐγὼ ἐκεῖ εἰμι, καὶ ἐν ἅπασίν εἰμι ἐσπρμένος. καὶ ὅθεν ἐὰν θέλῃς, συλλέγεις με. ἐμὲ δὲ συλλέγων ἑαυτὸν συλλέγεις«. καὶ ὠ τῆς τοῦ διαβόλου ὑποσπορᾶς.

πόθεν τὸν νοῦν ἐξέτρεψε τῆς ἀνθρωπότητος καὶ εἰς μωρὰ καὶ ἀσύστατα περιέσπασεν ἀπὸ τοῦ λ·όγοι τῆς ἀληθείας; οὐκ ἔστι γὰρ σχεδὸν τῷ νοῦν ἔχοντι χρεία ἀπὸ γραφῆς ἢ ἀπὸ παραδειγμάτων ἢ ἑτέρου τινὸς πράγματος ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. τῷ γὰρ όρθῷ λογισμῷ εὕδηλος αὐτῶν καὶ φωρατὴ ἡ τῆς μωρολογίας δραματουργία καὶ μοιχῶν ἐργασία.

ταῦτά τοι καὶ τὰ τοιαῦτα εἰσηγούμενοι οἱ ἀμφὶ τὴν [*](8 ff vgl. unten S. 287, lOf, dazu Hippolyt refut. Y (3, 4; S. TS, 6 Wendland (die Naassener) τιμῶσιν ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου u. das Apokryphon Johannis (C. Schmidt in der Philotesia für P. Kleinert S. 324) »Es blickte gar sehr die in ihn, das reine Licht hinein u. tcandte sich hin zu ihm u. gebar einen seligen Licht- σπινθήρ: er icar aber in der Größe ihr nicht gleich. Dies ist der der sich dem Vater offenbart hat, der αὐτογένητος-Gott, der erstgeborene Sohn des Alls van dem Geiste des reinen « ebenda S, 327 »die ölf Aonen, die stehen bei dem Kitide, dem großen αὐτογενέτωρ « — 11 f vgl. unten S. 286, 22 Oxyrhynchuslogion 1; I 9, 23 ff Grenfell-Hunt λέγει Ἰησοῦς· ὅπου ἐὰν ὦσιν δύο, οὐκ εἰσὶν ἄθεοι καὶ ὅπου εἷς ἐστιν μόνος, λέγω· ἐγώ εἰμι μετ’ αὐτοῦ· ἔγειρον τὸν λίθον κἀκεῖ εὑρήσεις με. σχίσον τὸ ξύλον κἀγὼ ἐκεῖ εἰμί Irenaeus adv. haer. 1, 13, 3 I 118 Harvey ἵνα ἔσῃ ὃ ἐγὼ καὶ ἐγὼ ὃ σύ Pistis Sophia c. 96 ; S. 148, 18 Schmidt ich bin sie u. sie sind ich Dieterich Abraxas S. 196, 17 σὺ γὰρ εἶ ἐγὼ καὶ ἐγὼ av; die hermetischen Stellen bei Reitzenstein Poimandres S. 21 vgl. S. 236 ff V Μ) [*](1 βρῶμα, βρ V corr Ι γνώσεως + ὡς M 2 * etwa <τὴν κακόβλαστον *, vgl. haer. 31, 1, 6; 32, 1, 1; 66, 32, 1 3 καὶ 2] ἢ M Ι 3 f ἴσα εἴη] ἴσασιν M 6 vor ὑποσπορὰ noch einmal ἡ hineingeflickt V corr 7 μαρτυριῶν καὶ ὀπτασιῶν Y 11 καὶ ἐγὼ — σὺ ἐγώ noch einmal wiederholt V 14 ἐξέστρεψε Μ μωABBREVρὰ, ein Buchstabe ausradiert V 15 ἔστι] ἔτι M 17 τούτω V 19 2 Buchstaben ausradiert V ἐξηγούμενοι Μ)

279
γνῶσιν συνεζευγμένοι τῇ τοῦ Νικολάου αἱρέσει τῆς ἀληθείας ἐκκπεπτωκασιν, οὐ μόνον τὸν νοῦν τῶν πεισθέντων αὐτοῖς ἐκτρέψαντες, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰς ψυχὰς δουλώσαντες πορνείᾳ καὶ πολυμιξίᾳ· αὐτὴν δῆθεν τὴν σύναξιν αὐτῶν ἐν αἰσχρότητι πολυμιξίας φύροντες, ἔσθοντές τε καὶ παραπτόμενοι καὶ ἀνθρωπίνων σαρκῶν καὶ ἀκαθαρσιῶν.

ὡν οὐ τολμήσω τὸ πᾶν ἐξειπεῖν, εἰ μή τι ἀναγκασθείην διὰ τὴν ὑπερβολὴν τῆς ἐν ἐμοὶ ἀλγούσης διανοίας περὶ τῶν ματαίως ὑπ' αὐτῶν γινομένων, ἐκπληττόμενος εἰς οἷον ὄγκον καὶ κακῶν βυθὸν ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος ἄγει τοὺς αὐτῷ πειθομένους, ὥστε μιᾶναι καὶ νοῦν καὶ καρδίαν καὶ χεῖρας καὶ στόματα καὶ σώματα καὶ ψυχὰς τούτων τῶν ὑπ' αὐτοῦ ἐν τῇ τοσαύτῃ σκοτώσει παγιδευθέντων.

δέδια δὲ μή πη ἄρα τὸν μέγαν τοῦτον ὅλον ἰὸν ἀποκαλύψαιμι, ὥσπερ βασιλίσκου τινὸς ὄφεως τὸ πρόσωπον, εἰς λύμην μᾶλλον τῶν ἐντυγχανόντων ἤπερ εἰς διόρθωσιν. χραίνει μὲν γὰρ τὰ ὦτα ἀληθῶς ἡ τῆς μεγάλης τόλμης βλάσφημος συναγωγὴ καὶ τῆς αἰσχρότητος αὐτῆς συλλογή τε καὶ διήγησις καὶ ἡ τῆς ἀγυρτώδους αἰσχρουργίας βορβορώδης κακόνοια,

ὡς καὶ παρά τισι φύσει Βορβοριανοὶ καλοῦνται, ἕτεροι δὲ Κοδδιανοὺς αὐτοὺς ἐπιφημίζουσι (κοδδὰ γὰρ λέγεται κατὰ τὴν Συριακὴν διάλεκτον ἢ τρυβλίον), ἀπὸ τοῦ μὴ δύνασθαί τινας μετ’ αὐτῶν ἐσθίειν, κατ ἰδίαν δὲ τοῖς μεμιαμμένοις δίδοσθαι τὰ βρώματα καὶ μή τινα δύνασθαι σὺν αὐτοῖς διὰ τὸν μολυσμὸν κἂν ἄρτον συνεσθίειν·

διά τοι τοῦτο ἀφωρισμένους τούτους ἡγούμενοι οἱ συμμέτοικοι Κοδδιανοὺς ἐπωνόμασαν. οἱ αὐτοὶ δὲ ἐν Αἰγύπτῳ Στρατιωτικοὶ καλοῦνται καὶ Φιβιωνῖται, ὡς ἄνω μοι ἐν μέρει λέλεκται· τινὲς δὲ αὐτοὺς Ζακχαίους καλοῦσιν, ἄλλοι δὲ Βαρβηλίτας.

ὅμως οὐδὲ παρελθεῖν δυνήσομαι, ἀλλὰ ἀναγκάζομαι ἐξειπεῖν. ἐπειδὴ <γὰρ> καὶ ὁ ἅγιος Μωυσῆς [*](24 f vgl. oben Anaceph. 26, 1; S. 235, 18 ff V M) [*](3 τὰς ψυχὰς καὶ τὰ σώματα M 4 nach αὐτὴν ein γὰρ eingeflickt u. das darauffolgende Μιν durchgestrichen Vcorr 5 φύροντες *] φύρουσιν, ουσιν auf Rasur Vcorr φυραθέντες M 6 ὧν *] ὡς V M Ι οὔτε V 8 ματαίων M καὶ < M 9 αὐτῶν M 12 που Μ 13 ὅλον am Zeilenende angeflickt 16 αὐτῆς] αὕτηABBREV, ein Buchstabe wegradiert V corr 17 ὡς καὶ < Μ + δὲ M 22 f διά τοι τοῦτο aus διὰ τοιοῦτο V corr 23 ἀφορισμένους Μ | συμμέτοικοι aus συνετοὶ hergestellt V corr συνετοὶ Μ 24 οἱ ABBREV αὐτοὶ δὲ 2 hinter αὐτοὶ ausradiert V οἱ δὲ αὐτοὶ δὲ Μ 26 ἐπεὶ hinter ὅμως hineingeflickt Vcorr 27 ἀλλὰ zu ὅλα ändert V corr Ι <γὰρ>)

280
πνεύματος ὰγίου ἐμφορούμενος γράφει ὅτι »ἐάν τις ἴδῃ φόνον καὶ μὴ άναγγείλῃ, ἐπικατάρατος ὁ τοιοῦτος εἴη«, οὐ δύναμαι τοῦτον τὸν μέγαν φόνον καὶ τὴν μεγάλην ταύτην φονώδη ἐργασίαν παρελθεῖν καὶ οὐχὶ δηλῶν δηλῶσαι.

δηλώσας γὰρ τάχα τοῖς συνετοῖς τὸ πτώμα τοῦτο. ὥσπερ τὸ »φρέαρ τῆς ἀπωλείας‘, φόβον καὶ φρῖξιν ἐμποιήσω εἰς τὸ μὴ μόνον ἀποδρᾶναι τοὺς συνετούς, ἀλλὰ καὶ καταλιθάσαι τὸν ἐν τῷ βαράθρῳ τοῦτον σκολιὸν ὄφιν καὶ βασιλίσκον εἰς τὸ μηδὲ πλησιάσαι τινὰ τολμᾶν. καὶ ταῦτα μὲν ἤδη περὶ αὐτῶν εἰρημένα ὀλίγα τινὰ ὄντα ἐν μέρει τετάχθω.