Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

δεινὴ δὲ καὶ φοβερὰ παρὰ πάντα τὰ ἑρπετὰ τυγχάνει, ἐν ἑαυτῇ τὸν ἀφανισμὸν ἐξεργαζομένη καὶ διὰ στόματος τὴν αἰσχρότητα ἀπολαμβάνουσα, ᾗ ἔοικεν αὕτη ἡ φρενοβλαβὴς αἵρεσις, ἧς τὴν κεφαλὴν καὶ τὸ σῶμα καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα ἐνταῦθα συντρίψαντες τῷ ξύλῳ τῆς ζωῆς τὰς ἑτέρας διασκοπεῖν προέλθωμεν, θεὸν ἀρωγὸν ἐπαντλούμενοι. ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Καρποκρᾶς τις ἕτερος γίνεται, συστήσας ἑαυτῷ ἀθέμιτον διδασκαλεῖον τῆς ψευδωνύμου αὐτοῦ αὐτοῦ χείρονας πάντων οὗτος τοὺς τρόπους κεκτημένος.

ἐκ πάντων γὰρ τούτων, Σίμωνός τε καὶ Μενάνδρου. Σατορνίλου τε καὶ Βασιλείδου καὶ Νικολάου καὶ αὐτοῦ [*](19 ff vgl. mit der Darstellung des Epiph. insbesondere (Hegesipp bei Eusebiiis h. e. IV 22, 5; S. 372, 1 Schwartz Celsus bei Origenes c. Cels. V 62; II 65, 25 f ötschau) Irenaeus adv. haer. I 25; 204ff Harvey Hippolyt refut. VII 32 S. 218, 1ff Wendland Tertullian de anima 23 u. 35 Ps. Tert. adv. omn. haer. 3 Filastrius haer. 35; S. 19, 9ff Marx V M) [*](1 αὐτῶν < V 2 u. 11 ἀπειρώδυνον VM 5 συνεισβαλεῖν M. Ι ἐκείνης, σ angeflickt V corr 9 ἔχων 10 ἀπο///λέσθαι V 14 φρενοβλαβῆ M. 15 γεγεννημένα, ν von äterer Hand über V 17 < V 18 Unterschrift κατὰ Γνωστικῶν V κατὰ Γνωστικῶν τῶν καὶ Βορβορητῶν M 19 κατὰ Καρποκρασίων ἑβδόμη, ἥ καὶ κζ V κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ M 20 f διδασκαλί///αν aus διδασκαλεῖον V cort διδασκάλιον M 21 χείρους 22 ἐκέκτητο M 23 τε < M Ι βασιλείδου M 23 f αὐτοῦ τοῦ] αὐτοῦ auf Rasur Vcorr τοῦ τοῦ M)

301
τοῦ Καρποκρᾶ, ἔτι δὲ ἐκ προφάσεως Οὐαλεντίνου ἡ τῆς Ψευδωνύμου γνώσεως ἐφύη αἵρεσις, ἥτις Γνωστικοὺς τοὺς αὐτῆς ὠνόμασεν, ἀφ’ ἧς οἱ Γνωστικοὶ ἤδη μοι δεδήλωνται, κατάγνωστοι ὄντες τὸν τροπον.

2. Οὗτος δὲ πόλιν ἄνω μὲν μίαν ἀρχὴν λέγει καὶ πατέρα τῶν ὅλων καὶ] ἄγνωστον καὶ ἀκατονόμαστον ἵσα τοῖς ἄλλοις εἰσάγειν βούλεται, τὸν δὲ κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ὑπὸ ἀγγέλων γεγενῆσθαι, τῶν πολύ τι ὑπὸ] τοῦ πατρὸς τοῦ ἀγνώστου ὑποβεβηκότων· τούτους γὰρ λέγει ἀποστάντας ἀπὸ τῆς ἄνω δυνάμεως οὕτω τὸν [*](D 63) κόσμον πεποιηκέναι.

Ἰησοῦν δὲ τὸν κύριον ἡμῶν ἀπὸ Ἰωσὴφ λέγει γεγεννῆσθαι, καθάπερ καὶ πάντες ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ἐγεννήθησαν. εἶναι δὲ αὐτὸν ὅμοιον τοῖς πᾶσι, βίῳ δὲ διενηνοχέναι, σωφροσύνῃ τε καὶ ἀρετῇ καὶ βίῳ δικαιοσύνης.