Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Καὶ εὐθὺς μὲν οὑν ἐλέγχονται εἰς ὅ φαντασιοῦνται καὶ προφασίζονται περὶ τοῦ ξύλου τοῦ ἐν τῷ πρώτῳ ψαλμῷ εἰρημένου ὅτι [*](4 vgl. Apok. 20, 1 — 9 I Tim. 5, 11 — 11 I Tim. 5, 14 — 28 vgl. oben c. 8, 7; S. 285, ff V M) [*](6 βόρβορον] τόπον M Ι αὐτοῦ *] ἐμαυτοῦ VM 12 οἰκοδεσποτεῖν] * 16 μηδὲ M 19 δι’ ἀκοῆς 22 ἀπὸ M Ι τιμιώτητος 23 μέρη/// zwei Buchstaben wegradiert V 24 ἀλλ’ M Ι ὑφηγήσομαι M 24 φ εἰς ἐξαγωγ]]ην δὲ, dazu am Rande αἰσχύνην V corr εἰς ἐξαγωγὴν δὲ καὶ αἰσχύνην M 25 τοὺς] τοῖς M 27 νοίας *, vgl. S. 316, 28 Ι δοθείσης 28 εἰς δ' φαντασιοῦνται < M 29 εἰρημένου, ου aus ω V corr)

295
»δώσει τὸν καρπὸν αὐτοῦ ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυησεται«. ἀνωτέρω γὰρ κεῖται οτι »ἐν τῷ νόμῳ κυρίου το θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός‘.

νόμον δὲ οὗτοι καὶ προφήτας ἀρνοῦνται. εἰ δὲ νόμον κυρίου ἀρνοῦνται, σὺν τῷ νόμῳ καὶ τὸν λαλήσαντα ἐν τῷ νόμῳ συκοφαντοῦ- σιν· πλανῶνται δὲ καθ' ὑπόνοιαν καὶ ἐκπεπτώκασιν τῆς ἀληθείας, κρίσιν τε οὐχ ἡγοῦνται οὔτε ἀνάστασιν ὁμολογοῦσιν.

ὅσα δὲ πράττουσιν ἐν τῷ σώματι ἡδονῆς ἔμπλεοι γινόμενοι ταῦτα ἀποκαρποῦνται ἐκβακχευόμενοι ταῖς τοῦ διαβόλου ἡδοναῖς τε καὶ ἐπιθυμίαις, ὡς πάντῃ τε καὶ πανταχοῦ ἐλέγχονται ἀπὸ τοῦ τῆς ἀληθείας λόγου·

Ἰωάννης γὰρ λέγει »εἴ τις ἔρχεται«, φησί, »πρὸς ὑμᾶς, καὶ οὐ φέρει τὴν διδαχὴν ταύτην‘. καὶ ποίαν φησίν; »εἴ τις οὐχ ὁμολογεῖ Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἀντίχριστός ἀστι«. »καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν«, ὡς τῶν μὴ ὁμολογούντων τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἀντιχρίστων ὑπαρχόντων. ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ λέγει [*](D57) »οἱ καταξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν οὕτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ' ἰσάγγελοί εἰσιν( οὐ μόνον δέ,

ἀλλὰ καὶ ἴνα δείξῃ τὴν σαφῆ ἁγνείαν καὶ τὴν διὰ τοῦ ἐδιάζειν ἁγιαστείαν, φάσκει τῇ Μαριάμ »μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα«, ἵνα δείξῃ τὴν ἁγνείαν ἀμέτοχον σωμάτων καὶ ἀμιγῆ.

ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ λέγει προθεσπίζον τὸ ἅγιον πνεῦμα καὶ διὰ τοὺς πρώην καὶ > μετέπειτα »μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι καὶ εὐνοῦχος ὃς οὐκ εἰργάσατο ἐν χεροὶν ἀνόμημα«, ἴνα παρακόψῃ τὰ διὰ τοῦ μύθου αὐτῶν ἐν χερσὶν αἰσχρουργηματα.