Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ οὕτως ἐστὶ τὰ ληρώδη αὐτῶν καὶ μυθώδη, ὡς καὶ περὶ τοῦ ἁγίου Ἠλία τολμῶσι βλασφημεῖν καὶ λέγειν ὅτι, φησίν, ὅτε ἀνελήφθη, κατεβλήθη πάλιν εἰς τὸν κόσμον.

ἦλθεν γάρ, φησίν, μία δαίμων καὶ ἐκράτησε κοὶ εἰπεν αὐτῷ ὅτι ποῦ πορεύῃ; ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν καὶ ὡδε ἀφεῖναι τὰ τέκνα σου. καί, φησίν, λέγει· πόθεν ἔχεις τέκνα ἀπ’ ἐμοῦ καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ; λέγει, φησίν· ναί, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀπορροίᾳ τῶν σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μεταλαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα καὶ γεννῶσά σοι υἱούς.

πολλὴ δὲ μωρία τῶν τὰ τοιαῦτα λεγόντων. πῶς γὰρ δύναται δαίμων, πνεῦμα ὢν ἀόρατον καὶ ἀσώματον, >ἀπὸ> σωμάτων μεταλαμβάνειν; εἰ δὲ ἀπὸ σωμάτων μεταλαμβάνει καὶ κυϊσκει, οὐκέτι ἐστὶ πνεῦμα, ἀλλὰ σῶμα. σῶμα δὲ ὤν πῶς πῶς ἐστιν ἀόρατος καὶ πνεῦμα;

καὶ πολλὴ ἀτοπία τῆς αὐτῶν μωρολογίας. βούλονται γὰρ τὴν τὴν αὐτῶν μαρτυρίαν τὴν ἀπὸ τῆς ἐπιστολῆς τοῦ Ἰούδα μᾶλλον εἰς ἑαυτοὺς δῆθεν ἐπάγεσθαι ἐν τῷ λέγειν »καὶ οἱ μὲν ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν«. οὐκ εἶπεν δὲ ὁ μακάριος Ἱούδας ὁ ἀδελφὸς τοῦ κυρίου περὶ ἐνυπνιαζομένων ἐν σώμασιν· εὐθὺς γὰρ ἐπιφέρει καὶ δεικνύει ὅτι περὶ τῶν ἐνυπνιαζομένων * λέγει, τῶν λαλούντων ὡς δί ὀνειράτων τὰ αὐτῶν ῥήματα καὶ οὐκ ἐν ἀνανήψει γρηγορήσεως λογισμῶν.

καὶ γὰρ καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ διδασκάλων λέγει Ἠσαίας »πάντες κύνες ἐνεοὶ ἐνεοὶ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι καίτην« καὶ τὰ ἑξῆς, καὶ ὡδε δὲ ἐν τῇ τοῦ Ἰούδα ἐπιστολῇ δείκνυσι λέγων, »[ἐνυπνιαζόμενοι κοίτην,] ἃ οὐκ οἴδασι λέγοντες«. καὶ ἔδειξεν ὅτι οὐ περὶ τῆς ἐνυπνιάσεως τοῦ ὕπνου λέγει, ἁλλὰ περὶ τῆς μυθώδους αὐτῶν τρα- [*](16 Judas 8 — 23 Jes. 50, 10 — 24 vgl. Judas 10 V M) [*](1 ἀναστρέψαι, dazu am Rande ἀνελκύσαι Vcorr Ι αὐτὴν M Ι οὔτως] ταῦτα, auf Rasur V corr 1 f wohl verderbt u. etwa zu lesen: ἐστὶ > τὰ ληρώδη αὐτῶν μυθολογήματα * 3 ἀνελήμφθη, μ durchgestrichen Vcorr 7 ἐνύπνοις M 9 γεννῶσά σοι] γεννώσας M; γεννήσασά γεννήσασά σοι? ül. | δὲ oben hineingeflickt V corr < M 11 ὄν Ι ἀόρατον *] ἀκάθαρτον VM | καὶ1 hinzugesetzt Vcorr I > * Ι μεταλαμβάνων M 13 δὲ ὤν] δεῖν Μ | ἀόρατος*] ἀόρατον VM 14 vor τῆς + ἡ M, ausradiert Vcorr | μωρωλογίας M 18 ὁ2 < Μ 19 ἐν < M Ι σώμασιν, σιν auf Rasur Vcorr Ι ἐπιφέρει, ἐπι auf Rasur Vcorr 20 * etwa <τῇ σιανοιαί}> * 21 ἐν < V 22 διδάσκων Μ 23 ἐνεοὶ] ἐν σοὶ M 24 ἀνυπνιαζόμενοι κοίτην] *, Wiederholung aus Z. 23 26 λέγει τοῦ ὕπνου V)

294
γῳδίας καὶ ληρολογίας, ὡς διὰ ὕπνου λεγομένης καὶ οὐκ ἀπὸ ἐρρω- μένης διανοίας.

14. Περιχακῶ δὲ ὡς ἀληθῶς τὰ πάντα ἐξειπεῖν. θεοῦ γάρ ἐστι μόνου ἀποκλεῖσαι τὸν βυθὸν τῆς δυσοσμίας ταύτης. καὶ παρελεύσομαι ἐκ τοῦ τόπου, εὐξάμενος τῷ παμβασιλεῖ θεῷ μηδένα εἰς τὸν βόρβορον ἐγκαταπαγῆναι μηδὲ αὐτοῦ τὴν ἔννοιαν μεταλαβεῖν τῆς δυσώδους ἀκαθαρσίας.

πρῶτον μὲν γὰρ ὁ ἀπόστολος Παῦλος ἐκκόπτει αὐτῶν πᾶσαν ῥίζαν τῆς κακίας, περὶ χηρῶν νεωτέρων παραγέλλων χήρας‘ φησίν »νεωτέρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἀθέτησαν«· »ἀλλὰ γαμείτωσαν τεκνοποιείτωσαν οἰκοδε- σποτείτωσαν‘.

εἰ δὲ ὁ ἀπόστολος λέγει τεδνογονεῖν οἰκοδεσποτεῖν], οὑτοι δὲ παραιτοῦνται τὴν τεκνογονίαν, ὄφεώς ἐστι καὶ κακῆς διδασκαλίας τὸ ἐπιχείρημα. ἡττώμενοι γὰρ τῇ ἡδονῇ τῆς πορνείας ἐπινοοῦσιν ἑαυτοῖς ἀκαθαρσίας προφάσεις, ὅπως δόξωσι πληροφορεῖν τὴν ἑαυτῶν ἀσέλγειαν.

καὶ ἔδει μὲν ἀληθῶς ταῦτα μήτε λέγεσθαι μήτε ἐν συντάγμασι καταξιοῦσθαι γράφεσθαι, θάπτεσθαι δὲ ὥσπερ νεκρόν τινα όόωδότα καὶ λοιμώδη ἀποφορὰν πνέοντα, ἴνα μὴ καὶ διὰ τῆς ἀκοῆς λυμήνηται τοὺς ἀνθρώπους.

καὶ εἰ μὲν παρεληλύθει ἡ τοιαύτη αἵρεσις καὶ οὐκέτι ἦν ἐν τῷ βίῳ, ἀγαθὸν ἦν ταύτην θάψαι καὶ μήτε ὅλως περὶ αὐτῆς εἰπεῖν. ἐπειδὴ δὲ καὶ ἔστι καὶ πράττεται, προετράπημεν δὲ ὑπὸ τῆς ὑμῶν τιμιότητος περὶ πάντων εἰπεῖν, μέρη αὐτῆς διηγησάμην ἀναγκασθείς, ἵνα τὸ φιλάληθες μὴ παρασιω- πήσω, ἀλλὰ ὑφηγήσωμαι εἰς ἀποτροπὴν μὲν τῶν ἀκουόντων, εἰς ἐξαγωγὴν δὲ τῶν πραττόντων.

πόθεν γὰρ οὐκ ἔχομεν δεῖξαι τοὺς παρ' αὐτοῖς φόνους καὶ τερατώδη ἔργα καὶ τελετὰς διαβόλου ἐξ ἐπινοίας > τοῦ αὐτοῦ διαβόλου τοῖς ἐμβεβροντημένοις δοθείσας;

15. Καὶ εὐθὺς μὲν οὑν ἐλέγχονται εἰς ὅ φαντασιοῦνται καὶ προφασίζονται περὶ τοῦ ξύλου τοῦ ἐν τῷ πρώτῳ ψαλμῷ εἰρημένου ὅτι [*](4 vgl. Apok. 20, 1 — 9 I Tim. 5, 11 — 11 I Tim. 5, 14 — 28 vgl. oben c. 8, 7; S. 285, ff V M) [*](6 βόρβορον] τόπον M Ι αὐτοῦ *] ἐμαυτοῦ VM 12 οἰκοδεσποτεῖν] * 16 μηδὲ M 19 δι’ ἀκοῆς 22 ἀπὸ M Ι τιμιώτητος 23 μέρη/// zwei Buchstaben wegradiert V 24 ἀλλ’ M Ι ὑφηγήσομαι M 24 φ εἰς ἐξαγωγ]]ην δὲ, dazu am Rande αἰσχύνην V corr εἰς ἐξαγωγὴν δὲ καὶ αἰσχύνην M 25 τοὺς] τοῖς M 27 νοίας *, vgl. S. 316, 28 Ι δοθείσης 28 εἰς δ' φαντασιοῦνται < M 29 εἰρημένου, ου aus ω V corr)

295
»δώσει τὸν καρπὸν αὐτοῦ ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυησεται«. ἀνωτέρω γὰρ κεῖται οτι »ἐν τῷ νόμῳ κυρίου το θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός‘.