Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἶτα τὴν αἰτίαν ὑποτίθενται οὑτοι οἱ τὰ τοῦ Φιλιστίωνος ἡμῖν αὐθις προφερόμενοι, ὅτι πολλάκις βουλομένη μετὰ τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος, φησίν, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις ἅπασιν ἐν τῷ κατακλυσμῷ.

αὐτὴν δέ φησιν ἐπικαθιζάνειν ἐν τῇ λάρνακι καὶ ἐμπιπρᾶν αὐτήν, καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον· ὅθεν δὴ εἰς ἔτη πολλὰ ἐλήλακεν ἡ τῆς αὐτοῦ τοῦ Νῶε λάρνακος κατασκευὴ διὰ τὸ πολλάκις αὐτὴν ὑπ' αὐτῆς ἐμπεπῆσθαι.

ἠν γάρ, φησίν, ὁ Νῶε πειθόμενος τῷ ἄρχοντι, ἡ δὲ Νωρία ἀπεκάλυψε τὰς ἄνω δυνάμεις καὶ τὴν ἀπὸ τῶν δυνάμεων Βαρβηλώ, τὴν ὑπεναντίαν τῷ ἄρχοντι, ὡς καὶ αἱ ἄλλαι δυνάμεις, καὶ ὑπέφαινεν ὅτι δεῖ τὰ συληθέντα ἀπὸ τῆς ἄνωθεν Μητρὸς διὰ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος καὶ τῶν ἄλλων τῶν σὺν αὐτῷ θεῶν τε καὶ ἀγγέλων καὶ δαιμόνων συλλέγειν ἀπὸ τῆς ἐν τοῖς σώμασι δυνάμεως, διὰ τῆς ἀπορροίας ἀρρένων τε καὶ θηλειῶν.

2. Καὶ ἁπλῶς περικακῶ τὴν πᾶσαν τούτων τοῦ σκότους πήρωσιν ὑποδεῖξαι. πολὺν γὰρ χρόνον ἀναλώσαιμι ἄν, εἰ ἐνταῦθα τὴν περὶ τούτων γενομένην σύνταξιν ἐθελήσω λεπτολογῆσαι, τὰ ἄτοπα [*](6 f den sonst unbekannten Namen barth’ enos hat Epiph. viell. ans lib. Jubil. 4, 28 Littmann geschöpft, wo Lamechs Frau = Noahs Mutter betenos für barth' enos?) ßt — 7 Noah = Deukalion nach Theophilus ad III 19; S. 232 Otto; vgl. dement. Hom. II 16; S. 26, 3 Lagarde — 19 vgl. dazu oben haer. 21, 2, 5; S. 240, 10 ff u. ebenda 4, 1; S. 242, 20 ff; Genaueres unten c. 4 V M) [*](1 ταύτην *] τοῦτο V M Ι γὰρ < M 2 πῦρ οὐ] πυροῦ M 3 ἀλλὰ + καὶ γὰρ < M 5 παρ’ V 5 χρῆσθαι V 6 f βαρθεννῶς M 7 f M 9 προσφερόμενοι M 11 φασὶ M 12 φασὶ φασὶν, auf Rasur V corr 13 καὶ πρῶτον — καὶ τρίτον] dazu am Rand (??) οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις V corr 14 δὴ] φησὶν M, Ι ἔτη] ἔτι Μ 15 ὑπ' αὐτῆς nachgetragen V corr < 16 φασίν M 23 f πειρωσιν V πλήρωσιν M 24 ὑποδεικνύων, κνύων auf Rasur V corr ὑποδεῖξαι M Ι ἐνταῦθα] ταῦτα καὶ M 25 γενομένην <)

277
αὐτῶν τῆς φευδωνύμου γνώσεως διδάγματα καθ' ἕκαστον ὑφηγούμενος.

ἄλλοι δὲ ἐξ αὐτῶν, διαφόρως πάλιν ἐπεντριβόμενοι τάς τε ὄφεις αὐτῶν κρούοντες καὶ περικρουόμενοι, Βαρκαββᾶν τινα προφήτην παρεισάγουσιν, ἄξιον τοῦ αὐτοῦ ὀνόματος.

καββᾶ γὰρ ἑρμηνεύεται πορνεία κατὰ τὴν Συριακὴν διάλεκτον, φονοκτονία δὲ κατὰ τὴν Ἑβραϊκήν, καὶ πάλιν ἑρμηνεύεται τετάρτη μοῖρα τοῦ μέτρου· χλεύης δὲ καὶ γέλωτος τὸ τοιοῦτον, μᾶλλον δὲ σχετλιασμοῦ ἄξιον παρὰ τοῖς τὸ ὄνομα τοῦτο ἐπισταμένοις κατὰ τὰς ἰδίας γλώσσας.

φέρουσι δὲ ἡμῖν ἐκ τούτου τοῦ θαυμασιωτάτου προφήτου διήγησιν αἰσχράν, ὅπως φθοριμαίοις σώμασι πλησιάσαι πεισθῶμεν καὶ τῆς ἄνωθεν ἐλπίδος ἐκπέσωμεν, οὐκ αἰσχυνόμενοι αὐτοῖς τοῖς ῥήμασι τὰ τῆς πορνείας διηγεῖσθαι πάλιν ἐρωτικὰ τῆς Κύπριδος ποιητεύματα.

ἄλλοι δὲ ἐξ αὐτῶν πάλιν ἐπίπλαστον εἰσάγουσιν ἀγώγιμόν τι ποίημα, ᾡ ποιητεύματι ἐπέθεντο ὄνομα, εὐαγγέλιον τελειώσεως τοῦτο φάσκοντες. καὶ ἀληθῶς οὐκ εὐαγγέλιον τοῦτο, ἀλλὰ πένθος τῆς τελειώσεως. πᾶσα γὰρ ἡ τοῦ θανάτου τελείωσις ἐν τῇ τοιαύτῃ ὑποσπορᾷ τοῦ διαβόλου ἐμφέρεται.