Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Τί τοίνυν εἴπω πρὸς σέ, ὠ Νικόλαε; τί διαλεχθήσομαι; πόθεν, ὠ οὑτος, ἥκεις φέρων ὴμῖν αἰσχρὸν αἰῶνα καὶ ῥίζαν πονηρίας καὶ Μήτραν γεννητικὴν καὶ πολλοὺς θεοὺς καὶ δαίμονας;

ὁ γὰρ ἀπόστολος φήσας »εἴπερ εἰσὶ λεγόμενοι θεοί« οὐκ εἰναι τούτους ὺποφαίνει. ἐν τῷ γὰρ εἰπεῖν »λεγόμενοις« ἔδειξεν αὐτοὺς ἐν τῷ λέγεσθαι μόνον εἶναι, μὴ ὄντας τῇ ὑποστάσει ἀλλὰ διὰ τῆς τινῶν ὑπολήψεως.

»ἡμῖν δέ«, φησίν, »εἷς θεός«, δηλονότι τοῖς τὴν γνῶσιν τῆς ἀληθείας ἐπισταμένοις. καὶ οὐκ εἶπεν λεγόμενον θεόν, ἀλλὰ ὄντα θεόν· εἰ δὲ ἡμῖν εἷς θεός, οὐκέτι πολλοὶ θεοί.

καὶ ὁ κύριος έν τῷ εὐαγγελίῳ φησίν »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν«, ἵνα ἀνατρέψῃ τὴν διάνοιαν τῶν τὰ μυθώδη λεγόντων καὶ νομιζόντων εἶναι πολυθεΐαν· εἷς γὰρ ἡμῶν ἐστιν ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις μία κυριότης μία θεότης μία δοξολογία, καὶ οὐ πολλοὶ θεοί.

ποῦ δὲ πληροῦται κατὰ σέ, ὠ Νικόλαε, τὸ ὑπὸ τοῦ σωτῆρος εἰρημένον ὅτι »εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἳ ἐκ γεννητῆς ἐγεννήθησαν καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν«.

εἰ τοίνυν εὐνοῦχοί εἰσι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, πῶς σύ γε σεαυτὸν πεπλάνηκας καὶ τοὺς σοὶ πειθομένους, διὰ λαγνείας καὶ [*](16 I Kor. 8, 5 — 19 I Kor. 8, 6 — 22 Jok 17, 3 — 27 Matth. 19, 12 Y M) [*](4 δεκα]τέσσαρες Bousset, nach Filastrius 6 μεμABBREVῖχθαι, ε ausradiert V einzige Stelle, an der μεμεῖχθαι handschriftlich überliefert ist) μεμίχθαι Μ 12 λύσιν M Ι * etwa <συμφώνον> * 14 φέρον M 15 θεοὺς πολλοὺς 20 ἀλλ’ M 22 γινώσκουσιν V Ι ἀνατρέψει V διατρέψη Μ 31 γε <)

274
αἰσχροποιίας τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατέχων καὶ * διδάσκων;

ποῦ δὲ παρὰ σοὶ πεπλήρωται τό »περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος, τὸ καλὸν οὕτως εἶναι«, καὶ πάλιν »ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ, ἵνα ᾐ ἁγία ἐν δώματι καὶ ἐν πνεύματι«.

καὶ πόσα ἔστι περὶ ἁγνείας καὶ ἐγκρατείας καὶ παρθενίας λέγειν; παρὰ σοῦ γὰρ ὁ πᾶς βόρβορος τῆς ἀκαθαρσίας ἀναισχύντως ὁρίζεται. ἀλλὰ ἐκ τῶν δύο ἢ τριῶν τούτων ῥητῶν, τῆς καταγελάστου αἱρέσεως πρὸς ἀνατροπὴν τοῖς ἐντυγχάνουσιν *, ὁ σκοπὸς ἐνταῦθά μοι παρακείσθω.