Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐπὶ τοῖς γὰρ τὰ σώματα διακορεύουσιν Ἑλληνική τίς ἐστιν λέξις τό »ἐπρουνίκευσε τήνδε«· ὅθεν καὶ ἐν μύθοις ἀναγράφουσιν οἱ τὰ ἐρωτικὰ συγγραψάμενοι Ἑλλήνων ἀπατεῶνες περὶ κάλλους λέγοντες οὕτως ὅτι κάλλος προύνικον.

ἀλλὰ καὶ περὶ τοῦ Καυλακαῦ τίς τῶν γινωσκόντων οὐκ ἂν καταγελάσειεν, ὅτι τὰς Ἑβραϊστὶ καλῶς εἰρημένας λέξεις καὶ Ἑλληνιστὶ | καλῶς ἑρμηνευθείσας καὶ <εἰσέτι> νῦν παρὰ τοῖς Ἑβραϊστὶ άναγινώσκουσι φανερὰς οὔσας καὶ οὐδὲν σκολιὸν ἐχούσας αὐτοὶ εἰς εἰδωλοποιίας τε καὶ εἰς μορφὰς καὶ εἰς ἐνυποστατικὰς ἀρχὰς καὶ ὼς εἰπεῖν ἀνδριαντοπλασίας, τοῖς ἀφελέσι διὰ φαντασίας τὴν πλάνην ὑποσπείροντες, ἀνατυποῦσιν εἰς τὴν τῆς αἰσχρᾶς αὐτῶν καὶ μυθώδους τέχνης ὑποσποράν;

καυλακαῦ γὰρ ἐν τῷ Ἠσαίᾳ γέγραπται, λέξις τις οὖσα ἐν τῇ δωδεκάτῃ ὁράσει, ἔνθα λέγει »θλίψιν ἐπὶ θλίψιν, ελπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου«·

ὡς καὶ αὐτὰ τὰ Ἑβραϊκὰ ῥήματα τελειότατα ἐνταῦθα παραθήσομαι αὐταῖς λέξεσιν ὥς ἐστι γεγραμμένα· μένα· τὸ γὰρ σαυλασαῦ σαυλασαῦ ἑρμηνεύεται θλίψις ἐπὶ θλίψιν, καυλακαῦ καυλακαῦ ἐλπὶς ἐπ' ἐλπίδι, ζιηρσὰμ ζιηρσὰμ ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου. ποῦ οὖν ἡ τούτων μυθολογία;

ποῦ ἡ κίσσησις τῆς φαντασιολογίας; πόθεν τῷ κόσμῳ τὰ ζιζάνια; τίς ὁ ἀναγκάσας εἰς ἑαυτοὺς ἐπισπάσασθαι ὄλεθρον τοὺς ἀνθρώπους;

εἰ μὲν γὰρ γινώ- [*](6ff vgl. unten haer. 37, 6, 1 ff — 20 Jes. 28, 10 — 26 vgl. Matth. 13, 27 V M ’) [*](4 f εὐθυέ////λεγ////κτα, hinter έ υ. γ Rasur Y 5 τὰ τῆς μυθώδους αὐτῶν ////// πλάνης διδάγματα, ους auf Rasur u. hinter αὐτῶν Rasur von 3 — 4 Buchstaben V corr | <ἀν> εχέγγυα * 6 Προύνεικον, ει aus ι V 7 ἀκρασίας *, vgl. S. 268 3] ἐκκαρδίας V M 7 ἐξέρευξις, ρευξι auf Rasur V Ι πάντα M προυνεικευόμενον, ει aus ι V 9 vor λέξις + ἡ M Ι προυνεικεῦσαι aus ἐπρουνίκευσε V corr Ι ταύτην V 10 ἐρωτικὰ] Ἑλληνικὰ V 11 f προύνεικον, ει aus ι V 12 καυλαυκαὺκ V 12 f οὐκ ἂν hineingeflickt Ycorr 14 <εἰσέτιώ * | Ἑβραϊσὶ *] Ἑλληνιστὶ V M 18 εἰς hineingeflickt V corr εἰς τὴν < 19 καυλαυκαὺκ V 21 ἐπ’ < M 22 τελειώτατα M 23 γεγραμμένον ein σαυλασαῦ < M 24 καυλαυκαὺκ beidemale V 27 ὄλεθρον ἐπισπάσασθαι εἰ auf Rasur V)

272
σκοντες μετεποίησαν τὰς ὀνομασίας εἰς φαντασίαν, άπωλείας ἑαυτοῖς προφανῶς αἴτιοι γεγόνασιν· εἰ δὲ άγνοοῦντες ἃ μὴ ᾔδεισαν ἔφασαν, οὐδὲν αὐτῶν ἀθλιώτερον. μωρὰ γὰρ ταῦτα ὡς Μῶς, <ὡς>