Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸν δὲ υἱὸν ταύτης κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι, λέγειν δὲ τοῖς ὑποκάτω ὅτι »ἐγώ εἰμι, φησίν, ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος θεός«.

τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι τὸν λόγον τοῦτον καὶ κλαῦσαι. ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ καὶ ἀποσυλᾶν τὸ ἐξ αὐτῶν σπέρμα δι' ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ.

καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε. καί τινες ὡς ἔφην τῶν προειρημένων διὰ πολλῆς κακομηχανίας ἃ μὴ θέμις λέγειν πως ἐν πολυμιξίᾳ γυναικῶν καὶ ἐν αἰσχροποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος ἀπόστολός φησι »τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν«.

3. τῷ δὲ βουλομένῳ ἰδεῖν τὴν ἀντίθετον ἐκ πνεύματος ἁγίου περὶ τῆς τούτου αἱρέσεως ἀνατροπὴν ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἁγίου Ἰωάννου ἀποκαλύψεως, ὡς γράφων μᾷ τῶν ἐκκλησιῶν ἐκ προσώπου κυρίου τουτέστιν τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε κατασταθέντι σὺν τῇ δυνάμει τοῦ ὰγίου άγγέλου τοῦ ἐπὶ τοῦ θυσιαστηρίου φησίν »ἔχεις δέ τι καλόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κάγὼ μισῶ«.

Προύνικον δὲ ἄλλοι τιμῶντές τινα, ὡς καὶ οὑτοι μυθωδῶς πάλιν εἰς ταύτην τὴν ὑπόνοιαν τῆς αἰσχρουργίας τὰ ἑαυτῶν πάθη [*](2 Βαρβηλὼ vgl. haer. 21, 2, 5; S. 240, 12 u. Filastrius haer. 33, 2; S. 18, 6 Marx isti Barbelo venerantur — 3 vgl. Irenaeus adv. haer. I 30, 4; I 230 Harvey (bei den Ophiten) octavum matre habentem locum — 4 u. 5 Ἰαλδαβαὼθ u. Σαβαὼθ vgl. Bousset, Hauptprobleme S. 351 ff — 6 ff vgl. Irenaeus adv. haer. I 30, 6; I 232 Harvey unde exultantem Jaldahaoth in oninibus his quae sub eo essent ’iatum et dixisse: efjo Pater et deus et super me nemo, audientem autem, matrem clamasse adversus cum: noli mentiri, Jaldahaoth; est enini super te pater omniurn primus An- ihropus et Anthropus filius Anthropi — 7 Jes. 45, 5 f — 9 — 12 vgl. über diesen Mythus zu haer. 21, 2, 5; S. 240, 10 ff — 16 f Ephes. 5, 12 — 22 Apok. 2, 6 — 24 zu Προύνικος vgl. haer. 21, 2, 4 f; S. 240, 5 ff u. haer. 37, 3, 2 f V M) [*](1 αὐτοῦ V 3 φάABBREVσκουσιν, Rasur von 4 Buchstaben V Ι ὀγδόῳ] ἑβδόμω I καὶ < M 4 φησὶν M 5 ταίτης + λέγουσι M 12 ἀνακομίζη, η auf V corr ἀνακομίζει M 13 hinter μυστήριον angeflickt οὗτος ὁ Νικόλαος V corr 15 ἀνεικάστοις, ά V corr ἀνικέστοις M 23 καὶ ἐγὼ V 24 δὲ aus τε V corr)

270
ἐπιτελοῦντές φασι· τῆς Προυνίκου τὴν δύναμιν συλλέγομεν ἀπὸ τῶν σωμάτων, διά τε τῶν ῥευστῶν, φημὶ δὲ γονῆς καὶ καταμηνίων *·

περὶ ὧν ὀλίγῳ ὕστερον, ὅταν περὶ αὐτῶν μονομερῶς λέγειν ἐπιβαλώμεθα, κατὰ λεπτότητα ὑφηγήσομαι, οὐκ εἰς τὸ χρᾶναι ἀκοὰς τῶν ἀκουόντων ἢ ἐντυγχανόντων, ἀλλ’ εἰς τὸ τοῖς συνετοῖς ἀπέχθειαν μᾶλλον ἐργάσασθαι πρὸς αὐτοὺς καὶ ἀποτροπὴν τῆς τῶν κακῶν ἐργασίας, οὐ συκοφαντῶν τοὺς ἀλιτηρίους, ἀλλὰ κατ’ ἀλήθειαν τὰ παρ' αὐτῶν γινόμενα εἰς τοὐμφανὲς θριαμβεύων.

ἕτεροι δὲ τὸν προειρημένον Ἰαλδαβαὼθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι πρῶτον υἱὸν ὡς ἔφην τῆς Βαρβηλώ· καὶ διὰ τοῦτό φησιν δεῖν ἄγειν αὐτῷ τὴν τιμήν, ὅτι πολλὰ ἀπεκάλυψεν.

ὅθεν καὶ βιβλία τινὰ ἐξ ὀνόματος τοῦ Ἰαλδαβαὼθ ποιητεύονται, ἐκτυποῦντες καὶ ὀνομασίας μυρίας βαρβαρικὰς ἀρχόντων, <ὥς> φασιν, καὶ ἐξουσιῶν καθ' ἕκαστον οὐρανὸν τῇ τῶν ἀνθρώπων ψυχῇ. καὶ πολλὴ ἁπλῶς ἡ διὰ τῆς πλάνης αὐτῶν γινομένη τῷ γένει τῶν ἀνθρώπων ἐπιβουλή.