Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς ἐλέγχει τούτους λέγων »ἰδού, ἀναβαίνομεν εἰς ᾿εροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ αναστήσεται«, τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας »δύνασθε πιεῖν τὸ ποτήριον ὂ μέλλω πίνειν;«,

ὡς καὶ ὁ ἀπόστολος Πέτρος λέγει »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι« καὶ πάλιν »ὃς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί«·

πάλιν δὲ Ἰωάννης λέγει »εἴ τις οὐ λέγει τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθέωαι, οὗτος ἀντίχριστός ἐστιν«, ὁ δὲ ἄγιος Παῦλός φησι »γευσάμενος θανάτου, θανάτου δὲ σταυροῦ‘, ὡς καὶ Μωυσῆς προαναφωνῶν ἔλεγεν »ὅψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου«.

ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων, ἀλλ’ ὁ κύριος ὁ ὑπὲρ ἡμῶν πεπονθώς, ἵνα τὰ ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γεγένηται, ἴνα τὸ κέντρον τοῦ θανάτου κλάσῃ, κλάσῃ, εἰς τὰ καταχθόνια, ἴνα τοὺς ἀδαμαντίνους μοχλοὺς συντρίψῃ· ὅπερ ποιήσας ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν ἐκένωσέ τε τὸν Ἅιδην.

10. Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι, αὐτὸς ἑαυτὸν παραδούς. τί γὰρ λέγεις, ὠ θεήλατε τῶν ἀνθρώπων; οὐκ ἠδύνατο ἐλευθεροστομεῖν καὶ ἀναχωρῆσαι ἀπ' αὐτῶν, εἰ μὴ ἠθέλησε σταυρωθῆναι;

ἀλλὰ παίγνιον ἐποίει κυβείας ὁ τοῦ θεοῦ <υἱὸς> θεὸς Λόγος καὶ ἄλλον ἀντὶ ἑαυτοῦ παρεδίδου ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων ἐγώ εἰμι ἡ ἀλήθεια· »ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια καὶ ἡ ζωή«;