Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

9. Πάντῃ γὰρ ἐλέγχει τοῦτον τὸν αἱρεσιάρχην ἡ ἀλήθεια ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ. παντὶ γάρ τῳ δῆλον ὅτι Χριστὸς ἑκὼν ἐπὶ τὸ πάθος ἠλθε καὶ θελήματι ἐδίῳ καὶ τοῦ ἰδίου πατρὸς καὶ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος ἔλαβε τὴν σάρκα ἐνανθρωπήσας ἐν ἡμῖν, έν τελειότητι θεὸς ὢν ἀπ' ἀρχῆς,

ἐκ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν έν μήτρᾳ παρθένου γενέσθαι καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος καὶ γεννηθεὶς έν ἀληθείᾳ καὶ ἐνανθρωπήσας ἐν βεβαιώσει, ἴνα ἐν αὐτῇ πάθῃ ὑπὲρ [*](1 ὑστέρημα] das Stichwort ist in der oben gegebenen Darstellung nicht enthalten — 27 vgl. I Petr. 4. 1 Y M) [*](3 <τῷ> * 5 λέγοντα *] λέγειν VM Ι δδῖ + εἰ V 7 ἀπόκριναι ὦ Ausgg.] αιο auf Rasur Veorr ἀπόκρινε ὠ Μ 9 ἡμῶν γεγένηται V 11 ὑπὲρ ἡμῶν < V Ι vor οὔτε vielleicht etwas ausgefallen: < ἀλλ᾿ οὐδὲ διὰ * 12 ὢν] ἦν M Ι συκοφαντίαν * vgl. S. 251, 21] συκοφαντίας V M 13 ἀνθ' ἑαυτοῦ aus ἀντ' αὐτοῦ Veorr ἀντ' αὐτοῦ M 13 f παραδέδωκεν Μ 14 φόνον] am Rand (??) θάνατον V corr 15 τοιοῦτον oben hineingeflickt Veorr <ὁ> U 24 vor πατρὸς + τοῦ M Ι γεγεννημένος, zweites ν darüber 25 ἐσχάτου, ου aus ων V corr)

266
ἡμῶν τῇ σαρκὶ καὶ τὴν Μιν δῷ ὑπὲρ τῶν ἰδίων προβάτων·

ὡς ἐλέγχει τούτους λέγων »ἰδού, ἀναβαίνομεν εἰς ᾿εροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ αναστήσεται«, τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας »δύνασθε πιεῖν τὸ ποτήριον ὂ μέλλω πίνειν;«,

ὡς καὶ ὁ ἀπόστολος Πέτρος λέγει »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι« καὶ πάλιν »ὃς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί«·

πάλιν δὲ Ἰωάννης λέγει »εἴ τις οὐ λέγει τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθέωαι, οὗτος ἀντίχριστός ἐστιν«, ὁ δὲ ἄγιος Παῦλός φησι »γευσάμενος θανάτου, θανάτου δὲ σταυροῦ‘, ὡς καὶ Μωυσῆς προαναφωνῶν ἔλεγεν »ὅψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου«.

ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων, ἀλλ’ ὁ κύριος ὁ ὑπὲρ ἡμῶν πεπονθώς, ἵνα τὰ ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γεγένηται, ἴνα τὸ κέντρον τοῦ θανάτου κλάσῃ, κλάσῃ, εἰς τὰ καταχθόνια, ἴνα τοὺς ἀδαμαντίνους μοχλοὺς συντρίψῃ· ὅπερ ποιήσας ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν ἐκένωσέ τε τὸν Ἅιδην.