Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

8. Θαυμαστῶς δὲ ὁ μακάριος Εἰρηναῖος ὁ τῶν ἀποστόλων διάδοχος, περὶ τούτου λεπτολογῶν διήλεγξε τούτου τὴν ἀβελτερίαν.

ἀνατραπήσεται γὰρ καὶ νῦν ἡ φλυαρία τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ,

ὅτι εἰ οὗτος ὁ οὐρανὸς ὑπὸ τῶν κατ᾿ αὐτὸν ἀγγέλων γεγένηται, αὐτοὶ δὲ ὑπὸ τῶν ἀνωτέρω καὶ οἱ ἀνωτέρω ὑπὸ τῶν ἔτι ἀνωτέρω, ἄρ οὐν ἡ ἄνω Δύναμις, ἡ καὶ Ἀβρασὰξ καλουμένη, εὑρεθήσεται ἡ τὰ πάντα πεποιηκυῖα καὶ ἡ αἰτία τῶν ὄντων πάντων, καὶ οὐδὲν δίχα αὐτῆς [τι] γεγενῆσθαι εὑρεθήσεται,

ὁπότε αὐτὴ τὸ αἴτιον καὶ τὸ πρῶτον ἀρχέτυπον παρ᾿ αὐτῶν καταγγέλλεται, καὶ τὸ λεγόμενον παρ᾿ αὐτοῖς τοῦ κόσμου τούτου [*](14–16 vgl. Pistis Sophia c. 132; S. 224, 7 ff Schmidt — 19 vgl. Irenaeus adv. haer. II 35; Ι 383 Harvey — 21 f vgl. haer. 23, 4, 5; S. 252, 18ff) [*](V Μ) [*](5 μαθήμασι, μα u. μασι auf Rasur V corr μαθητικοῖς M | διαιρεῖ////, ν wegradiert V 7 οἱ oben hineingeflickt V 8 [πεπλανημένης] *, (doppelte Lesart) 11–12 ἀριθμὸν — πέντε < M 12 περιεπέπτωκε M 18 τݲξݲεݲ Μ 20 ἀβελτερίαν /////; ε2 auf Rasur u. hinter ίαν größere Rasur V corr ἀβέλτηρον ἀνδρείαν M; im Archetypus wohl doppelte Lesart ἀβελτηρίαν ἀδράνειαν 26 u. 27 ἡ vor τὰ πάντα u. vor αἰτία (Artikel beim Prädikat) ist nicht zu tilgen; vgl. sofort Ζ. 28 27 [τι] *)

265
ὑστέρημα ὑπό τινος ἑτέρου μὴ γεγενῆσθαι, ἀλλ' ἀπὸ τῆς πρώτης ἀρχῆς καὶ αἰτίας τῶν μετέπειτα γεγονότων.

ἐρωτητέον δὲ τὸν αὐτόν, τίνι <τῷ> λόγῳ ἐπὶ τοσαύτην ἡμᾶς Ι πληθὺν φέρεις, ὠ οὑτος, καὶ μὴ μᾶλλον ἐπὶ τὴν ἀρχήν, τουτέστιν ἐπὶ τὸν ἕνα θεὸν τὸν παντοκράτορα; ὁπότε ἐξ ἅπαντος ἤτοι οὕτως λέγοντα ἢ οὕτως δεῖ τὸν ἕνα αἴτιον πάντων δμολογεῖν δεσπότην.

ἀλλὰ καὶ περὶ τῆς τοῦ Χριστοῦ ὑποθέσεως ἀπόκριναι, ὠ τῆς μυθοποιοῦ πραγματείας ταύτης πλάστα. εἰ Σίμων ἐσταυρώθη ὁ Κυρηναῖος, ἄρα οὐ διὰ Ἰησοῦ ἡ σωτηρία γεγένηται ἡμῶν ἀλλὰ διὰ Σίμωνος, καὶ οὐκέτι ὁ κόσμος ἐλπίσειεν διὰ Ἰησοῦ Χριστοῦ σῴζεσθαι τοῦ μὴ παθόντος ὑπὲρ ἡμῶν. οὔτε γὰρ Σίμων δύναται σῴζειν, ἄνθρωπος ὢν ψιλὸς καὶ οὐδὲν ἕτερον.

ἅμα δὲ καὶ συκοφαντίαν καταψηφίζῃ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, εἰ ἕτερον ἀνθ’ ἑαυτοῦ παρέδωκεν ὁ ἀγαθὸς θεὸς βιασάμενος εἰς φόνον.

καὶ ἔσται λοιπὸν ὄναρ, μᾶλλον δὲ κακοηθείας καὶ κυβείας ἔργον τὸ τοιοῦτον, ὅτι > κύριος κυβείᾳ τινὶ ἑαυτὸν κρύψας ἄλλον ἀντ' αὐτοῦ παρέδωκε· καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν μὴ δυναμένη δέ, ἀλλὰ ἐλεγχομένη ὑπ' αὐτῆς τῆς ἀληθείας ἀσυστάτως τὸ ποίημα τοῦτο εἰσηγουμένη.