Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οἷς οὐρανοῖς καὶ δτοποθεσίας ἴσα τοῖς μαθηματικοῖς διαιρεῖν καὶ συνιστᾶν ἐπιτηδεύων οὐ παρέργως μηχανᾶται. τὰ γὰρ ἐκείνων μάταια θεωρήματα λαβὼν εἰς ἴδιον χαρακτῆρα αὐτός τε καὶ οἱ ὑπ' αὐτὸν εἰς αἰτίαν τῆς ἰδίας εἰδωλοποιοῦ καὶ [πεπλανημένης] ἐπιπλάστου διδασκαλίας μετήνεγκαν.

καὶ βούλονται τὴν σύστασιν τούτων ἀπὸ τῶν ὁμοίων ψήφων ποιεῖσθαι, ὡς προεῖπον, τοῦ Ἀβρασὰξ τῶν τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν ἔχοντος, δῆθεν δεικνύντες διὰ τοῦτο ἔχειν τὸν ἐνιαυτὸν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν ἀριθμὸν κατὰ περίοδον.

πέπτωκε δὲ αὐτοῦ ὁ ληρώδης λόγος. εὑρίσκεται γὰρ ὁ ἐνιαυτὸς τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν.

εἶτα, ἐντεῦθεν, φησί, καὶ ὁ ἄνθρωπος ἔχει τιακόσια ἑξήκοντα πέντε μέλη, ὡς ἕκάστῃ τῶν δυνάμεων ἀπονέμεσθαι ἓν μέλος. ὅθεν καὶ ἐν τούτῳ πέπτωκεν αὐτοῦ ἡ ἐπινενοημένη καὶ νόθος διδασκαλία· ἐν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ τݲξݲδݲ μέλη.

8. Θαυμαστῶς δὲ ὁ μακάριος Εἰρηναῖος ὁ τῶν ἀποστόλων διάδοχος, περὶ τούτου λεπτολογῶν διήλεγξε τούτου τὴν ἀβελτερίαν.

ἀνατραπήσεται γὰρ καὶ νῦν ἡ φλυαρία τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ,