Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τοιαῦται μὲν αἱ ῤαψῳδίαι τῆς τοῦ ἀγύρτου μυθοποιίας. ἀλλὰ καὶ ἀπεντεῦθεν, προκοπτούσης τῆς ἀκαθαρσίας τῆς ἀπὸ τοῦ Σίμωνος ἐναρξαμένης, πᾶσαν ἐπιτήδευσιν κακομηχανίας καὶ ἀσελγείας ἐπιτρέπει τοὺς αὐτῷ μαθητευομένους ἐπιτελεῖν, ἀνδρῶν μετὰ γυναικῶν πολυμιξίαν τινὰ κακῆς ὑποθέσεως τοὺς αὐτῷ πεισθέντας ἐκδιδάσκων·

ὡς λέγει ὁ ἀπόστολος ἐπὶ τούτοις καὶ τοῖς ὁμοίοις αὐτῶν »ἀποκαλύπτεσθαι ὀργὴν θεοῦ καὶ δικαιοκρισίαν ἐπὶ τοὺς τὴν ἀλήθειαν έν ἀδικίᾳ κατέχοντας«. διὰ ταύτην γὰρ τὴν αἰτίαν τῆς ἡδυπαθείας πολλοὶ εἰς τὴν αἵρεσιν ἐμπίπτουσιν, ἀδεῶς εὑρίσκοντες ἐπιτελεῖν τὴν ἡδονὴν ἑαυτῶν ἐν ταῖς αἰσχρουργίαις.