Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔνθεν εὑρίσκει * τῆς αὐτοῦ κυβείας ποιήσασθαι τὴν τραγῳδίαν καί φησιν· ἐκεῖνον ἐν τῷ βαστάζειν τὸν σταυρὸν μετεμόρφωσεν εἰς τὸ ἑαυτοῦ εἶδος καὶ ἑαυτὸν εἰς τὸν Σίμωνα. καὶ ἀντὶ ἑαυτοῦ παραδέδωκε Σίμωνα εἰς τὸ σταυρωθῆναι.

ἐκείνου δὲ σταυρουμένου ἕστηκεν καταντικρὺς ἀοράτως ὁ Ἰησοῦς, καταγελῶν τῶν τὸν Σίμωνα σταυρούντων, αὐτὸς δὲ ἀνέπτη εἰς τὰ ἐπουράνια παραδοὺς τὸν Σίμωνα ἀνασκολοπισθῆναι σκολοπισθῆναι καὶ ἀπαθῶς ἀνεχώρησεν εἰς τὸν οὐρανόν·