Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅτι, φησίν, ἦν ἓν τὸ Ἀγέννητον, ὃ μόνος ἐστὶ πάντων πατήρ· ἐκ τούτου προβέβληται. φησίν, Νοῦς, ἐκ δὲ τοῦ Νοῦ Λόγος, ἐκ δὲ τοῦ Λόγου Φρόνησις, ἐκ δὲ τῆς Φρονήσεως Δύναμίς τε καὶ Σοφία, ἐκ δὲ τῆς Δυνάμεως καὶ Σοφίας ἀρχαὶ ἐξουσίαι ἄγγελοι.

ἐκ δὲ τούτων τῶν δυνάμεών τε καὶ ἀγγέλων γεγονέναι ἀνώτερον πρῶτον οὐρανόν, καὶ ἀγγέλους ἑτέρους ἐξ αὐτῶν γεγονέναι, τοὺς δὲ ὺπ αὐτῶν γεγονότας ἀγγέλους πεποιηκέναι αὖθις δεύτερον οὐρανὸν καὶ αὐτοὺς δὲ πάλιν πεποιηκέναι ἀγγέλους.