Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εὕροις δ' ἄν, ὦ φιλολόγε, καὶ τοῦτο εἰς σαυτοῦ ὠφέλειαν πρὸς φιλομάθειαν καὶ σαφήνειαν, εἰς εὐσεβῆ σύστασιν καὶ φράσιν τῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων, τῶν εἰς ἀπορίαν τινὰς ἐμβαλλόντων δι' ἀπειρίαν.

ὅπου γὰρ ἐν τῷ ὰγίῳ προφήτῃ Ἠσαΐᾳ εὔροις γεγραμμένον περὶ νομῶν πόλεων Αἰγυπτιακῶν οἷον Τάνεως ἢ Μέμφεως ἢ νομοῦ τῆς Βουβάστου, τὴν περίμετρον τῆς τυχούσης πόλεως σημαίνει. καὶ τοῦτο φιλομαθείας ἕνεκεν ἑρμηνευέσθω).

ἦν γοῦν ἐν τούτοις τοῖς τόποις ὁ προειρημένος ἀγύρτης τὴν διαβίωσιν ἔχων, ἐξ ὡν φαίνεται ἡ καὶ εἰς δεῦρο ἀκμάζουσα αὐτοῦ αἵρεσις ἐκ τῆς αὐτοῦ διδασκαλίας λαβοῦσα τὴν πρόφασιν.

καὶ ἄρχεται μὲν κηρύττειν ὑπερβολὴν ὑπὲρ τὸν συσχολαστὴν αὐτοῦ γόητα τὸν καταλειφθέντα ἐπὶ τῆς Συρίας, ἵνα δῆθεν τὰ ὑπὲρ ἐκεῖνον [*](7 ff vgl. mit Epiph. insbesondere Irenaeus adv. haer. I 24, 3 ff; I 198 ff Harvey Ps. Tert. adv. omn. haer. 1 Filastrius haer. 32 (Hippolyt refut. VII 2. 20 ff steht abseits) — 8 vgl. haer. 23, 1, 2; S. 247, 20 f — 16 ff vgl. Jes. 19, 11 Hos. 9, 6 Ezech. 80, 17 — 22 ff vgl. Irenaeus adv. haer. I 24, 3; 1 198 Harvey Basilides autemy ut altius aliquid et verisiinilius invenisse videatur, in immensum extendit senteniiam doctrinae sitae — 24 vgl. haer. 23, 1, 2; S. 247, 20 V Μ) [*](1 εἴτε] ἤτοι V 3 vor τοιούτων + τούτων τῶν M 5 τὰς] τὰ Μ 6 Unterschrift κατὰ Σατορνίλου V κατὰ Σατορνίλου αݲ Μ 7 κατὰ Βασιλείδου ἡ καὶ εἰκοστὴ τετάρτη V κατὰ βασιλείδου δ εἰ καὶ κδ M 8 ἐν < M 10 λ auf Rasur V corr 11 καὶ Ἀλεξάνδρειαν] * 11 f ἀλεξανδρειοπολίχωρον M 13 φιλόσοφε Μ 13 f καὶ τοῦτο hinter ἂν (Z. 13) Μ 14 εἰς αὐτοῦ V 16 ἀπορίας Y 17 πόλεως V 20 ἦν γοῦν] ἤγουν M 21 f ἢ καὶ u. vor αἵρεσις (Z. 22) + ἡ Μ 23 σχολαστὴν V 24 καταληφθέντα V)

257
διηγούμενος δόξῃ φαντασιάζειν πλέον τοὺς ἀκούοντας, ἀρέσκεσθαί τε καὶ συναγείρειν πλῆθος ὑπὲρ τὸν ἑταῖρον αὐτοῦ Σατορνῖλον.

καί τινας λοιπὸν φαντασιώδεις μυθοποιίας ὑποβαλλόμενος ἄρχεται μὲν οὕτως τὰ ἀληθῆ δὲ <εἰπεῖν> οὐκ ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας ἐναρξάμενος ἡμῖν τὰ δεινά τε καὶ ὀλετήρια, ἀλλὰ προφάσεις λαβὼν ἐκ τοῦ Σατορνίλου καὶ Σίμωνος τοῦ προεληλεγμένου· βούλεται δὲ ἑτέρως αὐτὰ μεταχειρίζειν καὶ εἰς ὄγκον μείζονα διηγεῖσθαι τὰ μυθολογήματα)·

ὅτι, φησίν, ἦν ἓν τὸ Ἀγέννητον, ὃ μόνος ἐστὶ πάντων πατήρ· ἐκ τούτου προβέβληται. φησίν, Νοῦς, ἐκ δὲ τοῦ Νοῦ Λόγος, ἐκ δὲ τοῦ Λόγου Φρόνησις, ἐκ δὲ τῆς Φρονήσεως Δύναμίς τε καὶ Σοφία, ἐκ δὲ τῆς Δυνάμεως καὶ Σοφίας ἀρχαὶ ἐξουσίαι ἄγγελοι.

ἐκ δὲ τούτων τῶν δυνάμεών τε καὶ ἀγγέλων γεγονέναι ἀνώτερον πρῶτον οὐρανόν, καὶ ἀγγέλους ἑτέρους ἐξ αὐτῶν γεγονέναι, τοὺς δὲ ὺπ αὐτῶν γεγονότας ἀγγέλους πεποιηκέναι αὖθις δεύτερον οὐρανὸν καὶ αὐτοὺς δὲ πάλιν πεποιηκέναι ἀγγέλους.