Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Ἢ οὐκοῦν πόλιν τὸν μυθολόγον ἐρωτητέον· ᾔδει ἡ ἄνω δύναμις ὅ τι μέλλουσι πράττειν; ναί, φησίν. ἄρα γοῦν εἰ ᾔδει, αὐτὴ πεποίηκε καὶ οὐκ αὐτοί· εἰ δὲ ᾔδει μὲν οὐκ ἤθελε δέ, παρὰ δὲ τὴν αύτῆς γνώμην ἐπεχείρησαν τὸ ἐπιχείρημα αὐτοί, τίνι τῷ λόγῳ οὐ κεκώλυκεν;

εἰ δὲ ἀδυνάτως ἔσχεν τοῦ κωλῦσαι, πρώτη φαυλότης, ὅτι καθ’ ἑαυτῆς τοὺς ὑπ’ αὐτῆς γεγονότας ἀγγέλους εἰς ἀντίθεσιν ἑαυτῆς καὶ παροξυσμὸν κατεσκεύασε, δεύτερον δέ, ὅτι δυναμένη οὐ κεκώλυκεν, ἀλλὰ συνήργησεν εἰς τὸ πονηρὸν ἔργον τὸ ὑπὸ τῶν ἀγγέλων [*](D18) γεγενημένον.

εἰ δὲ οὐ συνήργησε καὶ βουληθεῖσα οὐκ ἠδυνήθη κωλῦσαι, πολλή τις ἀσθένεια ἐν τῇ θελησάσῃ καὶ μὴ δυνηθείσῃ, καὶ μᾶλλονἰσχυρότερον εἴη τὸ ὑπ’ αὐτῆς γενόμενον τῶν ἀγγέλων στῖφος ἢ αὐτὴ ἡ αἰτία οὖσα τῶν ὑπ' αὐτῆς γεγονότων ἀγγέλων. ἐξ ἅπαντος τοίνυν ἁλίσκεται ἡ τῆς αἱρέσεως ὑπόθεσις ἀσυστασίᾳ μᾶλλον περιπίπτουσα καὶ οὐκ αληθείᾳ.

εἰ δὲ ἐγίνωσκε μέν, ἀνάγκῃ δὲ ἐποίει τούτους ὅ μὴ θέμις ἐστὶ <μέλλλοντας> πράττειν παρὰ τὸ αὐτῆς βούλημα, ἑτέρᾳ περιπεσεῖται πάλιν καὶ οὐδὲ ἓν πλήρωμα εὑρεθήσεται ἐν τῇ ἄνω δυνάμει κατὰ τὸν αὐτοῦ λόγον.

ἔτι δὲ προσθείημεν αὐτὸν ἐρωτῶντες· λέγε ἡμῖν, ὠ οὑτος, ὁ διὰ θυρίδων παρακύψας (ἵνα χλευάσω τὴν σοῦ ληρῳδίαν) καὶ ἐν τῷ παρακύπτειν σκοπήσας ὡς ἐκτίσθησαν οἱ ἄγγελοι καὶ τὴν ὑπ' αὐτῶν περὶ τὸ ἀνθρώπινον πλάσμα * τεχνουργίαν τότε κατοπτεύσας καὶ τῆς ἄνωθεν δυνάμεως ἐξιχνεύσας τὴν μηχανοποιίαν, ᾔδεισαν οὗτοι τί πλάσσουσιν ἢ ἠγνόουν; ἀγνοοῦντες δὲ ὑπὸ τίνος ἠναγκάζοντο τὸ ἐν ἀγνωσίᾳ * ἐπιτελεῖν; οὐχί, φησίν, οὐκ ἠγνόουν· ᾔδεισαν γὰρ ὃ ἔμελλον πράττειν.