Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Απὸ τούτου δὲ ἡ ψευδωνύμως καλουμένη γνῶσις ἄρχεται πᾶλιν προστίθεσθαι τῷ βυθῷ τῆς αύτῆς πονηρίας, άπὸ Σίμωνος μὲν λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν πρόφασιν, προστιθεμένη δὲ ἄλλῃ περισσοτέρᾳ φλυαρίᾳ, ὡς τὸν ταύτης ἔλεγχον ὕστερον ἐροῦμεν.

φάσκει γὰρ οὑτος, τοὺς ἀγγέλους λέγων, καὶ τὸν θεὸν τῶν Ἰουδαίων ἕνα ἐξ αὐτῶν εἶναι, διεστάναι δὲ τὸν αὐτὸν καὶ τοὺς αὐτοὺς ἀπὸ τῆς ἄνω δυνάμεως, τὸν δὲ σωτῆρα άπεστάλθαι ἀπὸ πατρὸς παρὰ γνώμην τῶν δυνάμεων ἐπὶ καταλύσει τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων <αύτῷ> εἶναι δὲ αὐτοὺς τοὺς ταύτης τῆς αὶρέσεως τοὺς ἔχοντας τὸν σπινθῆρα τοῦ ἄνωθεν πατρός.

δύο γὰρ πεπλάσθαι ἀπ' ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν καὶ ἕνα φαῦλον· ἐξ ὡν δύο εἶναι τὰ γένη τῶν ἀνθρώπνω ἐν κόσμῳ, ἀγαθῶν τε καὶ πονηρῶν.

ἐπειδὴ δὲ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὡς προεῖπον ἠλθεν ὁ σωτὴρ ἐπὶ βοηθείᾳ τῶν άγαθῶν άθρώπων καὶ ἐπὶ καταλύσει τῶν πονηρῶν καὶ τῶν δαιμόνων.

τὸ γαμεῖν δὲ καὶ τὸ γεννᾶν ὁ αὐτὸς ἀγύρτης ἐκ τοῦ Σατανᾶ ὑπάρχειν λέγει, ὅθεν καὶ οἱ πλ·είοι·ς αὐτῶν ἐμψύχων [*](6– 11 vgl. Irenaeus adv. haer. I 24, 2 ; 1 197 Harvey = Hippolj-t refut. YII 28, 5 S. 209, 5 Wendland καὶ τὸν τῶν Ἰουδαίων θεὸν ἕνα τῶν ἀγγέλων εἶναί φησι καὶ διὰ [τοῦ] τὸ βούλεσθαι τὸν πατέρα καταλῦσαι πάντας τοὺς ἄρχοντας παραγενέσθαι τὸν Χριστὸν ἐπὶ καταλύσει τοῦ τῶν Ἰουδαίων Μ’ καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων αὐτῷ — 11 — 18 vgl. Irenaeus adv. haer. 124,2: I 198 Harvey = Hippolyt refut. VII 28, 5 f; S. 209 9 Wendland εἶναι δὲ τούτοι·ς <δοὺς> ἔχοντας τὸν σπινθῆρα τῆς ζωῆς ἐν αὐτοῖς. δύο γὰρ γενη τῶν ἀνθρώπων ὑπὸ τῶν ἀγγέλων πεπλάσθαι ἔφη, τὸ μὲν πονηρόν, τὸ δὲ ἀγαθόν, καὶ ἐπειδὴ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, ἐληλυθέναι τὸν σωτῆρα ἐπὶ καταλύσει τῶν φαύλων ἀνθρώπων καὶ δαιμόνων, ἐπὶ σωτηρίᾳ δὲ τῶν ἀγαθῶν — 18 — S. 251, 2 vgl. Irenaeus adv. haer. I 24, 2; I 198 Harvey = Hippolyt refut. VE 28, 7; S. 209, 14 τὸ δὲ γαμεῖν καὶ γεννᾶν ἀπὸ τοῦ σατανᾶ φησιν εἶναι· οἱ πλείους τε τῶν ἀπ' ἐκείνου καὶ ἐμψύχων ἀπέχονται, διὰ τῆς προσποιήτου ταύτης ἐγκρατείας <πλανῶντες πολλούς> V M ) [*](1 γεγεββπγσυαθ + δοκεῖν ἀλλὰ τὸ μὴ γεγεννῆσθαι M 8 ἡ ψευδωύμως *] ψευδωνύμως ἡ V M 4 προστίθεσθαι, σ von προς zugesetzt Ycorr 5 f περισσοτέρα ἄλλη V 9 ἄνω] αὐτοῦ V Ι παρὰ *] κατὰ VM 10 τῶν 1 + <κάτω> ? * 11 <αὐτῷ> *, vgl. Iren. Hipp. Ι τοὺς > M 13 vor ἀγαθὸν u. φαῦλον + τὸν M 14 f ἀγαθόν τε καὶ πονηρόν V 16 ἐσχάτου, ου auf Rasur Ycorr Ι ὡς προεῖπον] Μιν auf Rasur Vcorr 18 δὲ aus τε V corr)

251
ἀπέχονται, ὅπως διὰ τῆς προσποιητῆς δῆθεν πολιτείας τινὰς ἐπαγάγωνται εἰς τὴν αὐτῶν ἀπάτην.

τὰς δὲ προφητείας φάσκει ὁ αὐτὸς πάλιν γόης τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγέλων πεπροφητεῦσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ. καὶ αὐτὸν γὰρ τὸν Σατανᾶν ἄγγελον φάσκει, ἀντιπράττοντα τοῖς κοσμοποιοῖς άγγέλοις, μάλιστα δὲ τῶ θεῶ τῶν Ἰουδαίων.