Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πῶς δὲ ἐν χρόνῳ τινὶ εὑρίσκεται κατὰ διαδοχὴν τὸ χρεὼν ἐπὶ τῆς Ῥωμαίων ἀποδούς, ὅτε ἐν μέσῃ τῶν Ῥωμαίων πόλει ὁ τάλας καταπεσὼν τέθνηκεν·

τίνι <δὲ> τῷ λόγῳ ὁ Πέτρος ἀπεφήνατο, αὐτὸν μὴ κλῆρον μὴ μερίδα ἔχειν ἐν τῷ μέρει τῆς θεοσεβείας·

πῶς δὲ δύναται ὁ κόσμος θεοῦ ἀγαθοῦ μὴ ὑπάρχειν, ὁπότε ἐξ αὐτοῦ πάντες οἱ ἀγαθοὶ ἐξελέγησαν·

πῶς δὲ ἀριστερὰ εἴη δύναμις ἡ ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσασα, ἥτις περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ <ἀπὸ τοῦ> ἀγαθοῦ θεοῦ προκεκήρυχεν καὶ τὰ φαῦλα πάντα ἀπαγορεύει·

πῶς δὲ οὐκ ἂν εἴη μία θεότης καὶ τὸ αὐτὸ πνεῦμα καινῆς καὶ παλαιᾶς διαθήκης, ὁπότε ὁ κύριος εἶπεν οὐκ ἠλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι«; καὶ ἵνα δείξῃ ὅτι ὁ νόμος ὑπ' αὐτοῦ κατηγγέλη καὶ διὰ Μωυσέως ἐδωρήθη, ἡ δὲ εὐαγγελικὴ χάρις δι' ἑαυτοῦ καὶ τῆς ἐνσάρκου παρουσίας κεκήρυκται, ἔλεγετοῖς Ἰουδαίοις »εἰ ἐπιστεύετε Μωυσῇ, καὶ ἐμοὶ ἂν ἐπιστεύετε· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν«.

καὶ ἄλλα πολλὰ ἔστιν * πρὸς ἀντίθεσιν τῆς τοῦ γόητος ληρολογίας· πῶς δὲ ἔσται τὰ αἰσχρὰ ζωτικά, εἰ μή τι ἂν δαιμόνων εἴη τὸ φρόνημα, ὁπότε αὐτὸς ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ πρὸς τοὺς λέγοντας αὐτῷ εἰ οὕτως ἡ αἰτία τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι«· ὁ δὲ πρὸς αὐτοὺς ἔφη »ούπάντες τοῦτο χωροῦσι· εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν« καὶ ἔδειξεν ὡς τὸ φύσει ἀπέχεσθαι συζυγίας βασιλείας οὐρανῶν ἐστι τὸ δῶρον.