Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

<Β.>

Μετὰ δὲ τὸν κατακλυσμὸν ἐπιστάσης τῆς λάρνακος τοῦ Νῶε ἐν τοῖς ὄρεσι τοῦ Ἀραρὰτ ἀνὰ μέσον Ἀρμενίων καὶ Καρδοπίων ἐν τῷ Λουβὰρ ὄρει καλουμένῳ, ἐκεῖσε πρώτως κατοίκησις γίνεται μετὰ τὸν κατακλυσμὸν τῶν ἀνθρώπων κἀκεῖ φυτεύει ἀμπελῶνα Νῶε ὁ προφήτης, οἰκιστής τε γίνεται τοῦ τόπου.

γίνονται δὲ τοῖς αὐτοῦ παισὶν ( οὐ γὰρ ἔτι αὐτὸν ἐμφαίνει γεγεννηκέναι) παῖδες καὶ παίδων παῖδες ἴως πέμπτης γενεᾶς ἐτῶν ἑξακοσίων πεντήκοντα ἐννέα, πάρεξ τοῦ Σήμ. κατὰ ἀκολουθίαν δὲ τοῦ ἑνὸς υἱοῦ διέξειμι τὴν γενεαλο- γίαν· Σὴμ τοίνυν γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ, εὐλαβῆ καὶ θεοσεβῆ, Ἔβερ τὸν Φαλέκ.

καὶ οὐδὲν ἠν ἐπὶ τῆς γῆς οὐχ αἵρεσις, οὐ γνώμη ἑτέρα καὶ ἑτέρα, ἀλλ’ ἤ μόνον ἄνθρωποι ἐκαλοῦντο, »ἑνὸς χείλους καὶ μιᾶς γλώττης«. ἦν δὲ μόνον ἀσέβεια καὶ εὐσέβεια ὁ κατὰ φύσιν νόμος καὶ ἡ κατὰ φύσιν ἑκάστου θελήματος οὐκ ἀπὸ διδασκαλίας οὔτε ἀπὸ συγγραμμέτων [ συγγραφέων] πλάνη, οὐκ Ἰουδαϊσμὸς οὐχ Ἑλληνισμὸς οὐχ αἴρεσις ἑτέρα τις, ἀλλ’ ὡς εἰπεῖν ἡ νῦν πίστις ἐμπολιτευο μένη ἐν τῇ ἄρτι ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ, ἀπ᾿ ἀρχῆς οὖσα καὶ ὕστερον πάλιν ἀποκαλυφθεῖσα.

τῷ γὰρ βουλομένῳ φιλαλήθως * ἰδεῖν * ἀρχὴ πάντων ἐστὶν ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία, ἐξ αὐτοῦ τοῦ σκοποῦ. Ἀδὰμ γὰρ Ε; πρωτόπλαστος πέπλασται οὐκ ἐμπερίτομος, [*](2 liber Jub. 5, 28 Littmann Eusebius Onomasticon S. 2, 21 ff Elostermann ; Tgl. de mens, ac pond. 61; S. 203, 79 Lagarde — 5 Gen. 9, 20 lib. Jub. 7, 1 Litt- mann — 6 — 11 Namen u. Zabl nach Gen. 11, 10 — 17 (Luk. 3, 35 — 38 Hippolyt, Chronik § 37 — 41 Bauer u. Refut. X 30) ; vgl. Ancoratus c. 59, 4 Panarion h. 55, 6 u. Chron. pasch. 25A; S. 43, 1 Dindorf 26 A; S. 45, 1 —5 Dindorf (hier 44, 20 irrtümlich. auf den Ancoratus zurückgeführt) — 13 Gen. 11, 1 — 16 ff vgl. dem. ev. I 2, 8 f ; S. 8, 25ff Heikel G U M f 4 —6 Chron. paschale 26 B; S. 45, — 14 Dindorf) [*](3 τοῦ *] τοῖς U Μ < G | Καρδυέων U Καυκασίων M Quardu in de ac pond. a. a. Ο. S. 203, 82 Lagarde 4 Λούβερ M | πρώτως] πρῶτον ἠ Chron. pasch. 5 φυτεύει] φυτεύσας Chron. pasch. 6 οἰκήτωρ u. < τε pasch. 6f παισὶν αἰτοῦ G 8 πεντακοσίων G 9 f τοῦ ἑνὸς — γενεαλογίαν] τοῦ λόγου ἔξειμι τὴν γενεαλογίαν τοῦ ἑνὸς υἱοῦ U 10 Ἀρφαξὰδ2 < M 13 (vor μιᾶς) < M 14 f ἡ κατὰ φύσιν ἑνὸς ἑκάστου προαίρεσις τοῦ θελήματος καὶ οὐκ U 16 συγγραφέων] * | οὐχ Ἑλληνισμὸς < U 11 τις ἑτέρα 19 * ἰδεῖν *] <ἐρευνᾶν ἔστιν> ἰδεῖν <ὅτι> *; ἐξ αὐτοῦ τοῦ σκοποῦ gehört ἰδεῖν 20 vor ἁγία + ἀποστολικὴ G 21 <ὁ>)

175
ἀλλ’ ἀκροβύστης μὲν τῇ σαρκί, οὐκ εἰδωλογάτρης δὲ ἦν καὶ ᾔδει πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· προφήτης γὰρ ἠν.

οὐκ ἔχων τοίνυν περιτομὴν οὐκ ἠν Ἰουδαῖος, ξόανα δὲ μὴ προσκυνῶν ἢ ἄλλο τι οὐκ ἦν εἰδωλολάτρης· προφήτης γὰρ <ἦν> ὁ Ἀδὰμ καὶ ὅτι ὁ πατὴρ εἶπε τῷ υἱῷ ποιήσωμεν ἄνθρωπον«. τί οὖν ἦν, μήτε περιτομὴν ἔχων μήτε εἴδωλα σέβων , ἀλλ᾿ ὅτι τοῦ Χριστιανισμοῦ τὸν χαρακτῆρα ὑποφαίνων ἐδείκνυτο;

οὕτως καὶ ἐπὶ τοῦ Ἄβελ καὶ ἐπὶ τοῦ Σὴθ καὶ ἐπὶ τοῦ Ἐνὼς καὶ ἐπὶ τοῦ Ἐνὼχ καὶ ἐπὶ τοῦ Μαθουσάλα καὶ ἐπὶ τοῦ Νῶε καὶ ἐπὶ τοῦ Ἔβερ ἄχρι τοῦ Αβρα]αμ διαληπτέον.

ἐνήργει δὲ τότε εὐσέβειά τε καὶ ἀσέβεια, πίστις καὶ ἀπιστία· πίστις μὲν ἐπέχουσα τοῦ Χριστιανισμοῦ τὴν εἰκόνα, ἀπιστία δὲ ἐπέχουσα ἀσεβείας τὸν χαρακτῆρα καὶ παρανομίας, ἐναντία τοῦ κατὰ φύσιν νόμου, ἕως τοῦ προδεδηλωμένου χρόνου.

πέμπτῃ τοίνυν γενεᾷ μετὰ τὸν κατακλυσμόν, πληθυνόντων ἄρτι τῶν ἀνθρώπων ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε, κατὰ διαδοχὴν παίδων παῖδες καὶ τούτων παῖδες γεγόνασιν ἐβδομήκοντα δύο τὸν ἀριθμὸν ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί.

ἐπεκτεινόμενοι δὲ καὶ πρόσω βαίνοντες ἀπὸ τοῦ Λουβὰρ ἄρους καὶ ὁρίων τῆς Ἀρμενίας τουτέστιν Ἀραρὰτ τῆς χώρας γίνονται ἐν πεδίῳ Σεναάρ, ἔνθα που * ἐπελέξαντο· | κεῖται D285 δὲ αὕτη ἡ Σεναὰρ νυνὶ ἐν χώρᾳ τῇ Περσίδι· ἦν δὲ πάλαι Ἀσσυρίων.