Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Αὕτη δὲ ἡ <ἕκτη> αἵρεσις τῶν ἑπτὰ τῶν έν Ἱεροσολύμοις, αἵτινες ἐνέμειναν ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας καὶ μετὰ τὴν τοῦ Χριστοῦ ἔνσαρκον παρουσίαν ἄχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως, ἥτις γέγονεν ὑπὸ Τίτου βασιλέως, ἀδελφοῦ Δομετιανοῦ υἱοῦ δὲ Οὐεσπασιανοῦ, ἐν τῷ δευτέρῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ βασιλείας.

μετὰ δὲ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ἐπέμεινεν ἥ τε αὐτὴ καὶ αἱ ἄλλαι ὀλίγῳ τῷ χρόνῳ φημιζόμεναι αἱρέσεις, Σαδδουκαίων φημὶ καὶ Γραμματέων, Φαρισαίων τε καὶ Ἡμεροβαπτιστῶν Ὀσσαίων τε καὶ Νασαραίων καὶ Ἡρῳδιανῶν, ἄχρις οὑ κατὰ καιρὸν καὶ κατὰ χρόνον ἑκάστη αὐτῶν διασκορπισθεῖσα διελύθη.

6. Ἀρκετῶς δὲ ἔχει ἀπ᾿ αὐτῆς τῆς αὐτῶν φρενοβλαβείας καὶ τῶν ῥημάτων τοῦ κηρύγματος τοῦ δηλητηρίου ἰοῦ ἀλεξητήριον ἑαυτῷ πάντα νουνεχῆ κατασκευάσαι, καταγνόντα τῆς συρφετώδους αὐτῶν διδασκαλίας τε καὶ λαλιᾶς,

καὶ μάλιστα τοῦ κυρίου εὐθὺς λέγοντος ἔν τε τῷ νόμῳ καὶ ἐν τῷ εὐαγγελίῳ »οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι« »οὐ λήψῃ ὄνομά τινος ἑτέρου ἐπὶ ὅρκῳ«, καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ λέγοντος »μὴ ὀμνύναι μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἕτερόν τινα ὅρκον, ἀλλ᾿ ἤτω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ περισσότερον γὰρ τούτων ἐκ τοῦ πονηροῦ ὑπάρχει«.

ἐγὼ δὲ περὶ τούτου νομίζω θεσπίσαι τὸν κύριον διὰ τὸ μέλλειν τινὰς λέγειν ἐν ἄλλοις ὀνόμασιν ὅρκον προβάλλεσθαι· πρῶτον μὲν οὐν ὅτι οὐ δεῖ ὀμνύναι οὔτε αὐτὸν τὸν κύριον οὔτε ἄλλον τινὰ ὅρκον· <ἐκ> τοῦ γὰρ πονηροῦ ἐστι τὸ πονηρὸς δὲ ἄρα καὶ ὁ ἐν τῷ Ἠλξαΐ λαλήσας,

ὁ καταναγκάσας οὐ μόνον ἐν θεῷ ὀμνύναι, ἀλλὰ καὶ ἐν ἁλὶ καὶ ἐν ὕδατι καὶ <ἐν [*](7 vgl. de mens, ac pond. 14; S. 166, 39 Lagarde — 18 Exod. 20, 3 — 19 vgl. Exod. 23, 13 — 20 Matth. 5, 34 ff Jak. 5, 12 — 27 vgl. zu S. 218, 10 GU Μ 1 > * 2 γεγονότων > * | Ὀσσηνῶν U 2f αἰτοῖ] ἑαυτοῦ M 4 <ἕκτη> * | τῶν (vor ἐν Ἱεροσολύμοις) < M 5 τοῦ 2 < U δευτέρῳ — Οὐεσπασιανοῦ < UM 9 βασιλέως U | ἔμειναν M 9 f αὕτη U ἡ αὐτὴ Μ 10 vor φημιζόμεναι + αἱ GU 12 Ὀσσαίων τε < G Νασαραίων καὶ Ὀσσηνῶν U 14 ἔχειν U 18 τε < M | ἐν 2 < ἕτεροι + πλὴν ἐμοῦ U 19 ἐπ’ U 21f γὰρ περισσὸν M 22 ὑπάρχει] ἐστίν Μ 25 τινὰ ἄλλον GU | <ἐκ> *, nach Z. 22 26 δὲ] δὴ Μ 27 < G 27 ff <ἐν ἄρτῳ καὶ> *, nach)

224
καὶ> ἐν αἰθέρι καὶ ἐν ἀνέμῳ καὶ ἐν τῇ γῇ καὶ ἐν οὐρανῷ. δὲ ὡς ἐν παρόδῳ διὰ τῶν δύο λόγων πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πλάνης ἀντιδότῳ χρήσασθαι τὸν βουλόμενον ἰατρευθῆναι.

παρελθὼν δὲ τούτου τὴν ἐρεσχελίαν καὶ τὸ ὕπουλον ταύτης τῆς αἱρέσεως ἐφεξῆς ποιήσομαι τῆς ἑβδόμης αἱρέσεως τὸν ἔλεγχον, τῆς παρὰ τοῖς αὐτοῖς τότε νομιτευομένης καὶ ἔστιν αὕτη·