Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κωλύει γὰρ εἰς ἀνατολὰς εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως, ἐπὶ τὰ Ἱεροσόλυμα δὲ ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπὸ ἀνατολῶν εἰς δύσιν προσέχειν τῇ Ἱερουσαλήμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ ἄρκτοῦ εἰς μεσημβρίαν καὶ ἀπὸ μεσημβρίας εἰς ἄρκτον, ὡς πανταχόθεν τὸ πρόσωπον ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ.

καὶ ὅρα τὴν τοῦ ἀπατεῶνος φρενοβλάβειαν. ἀναθεματίξει μὲν γὰρ θυσίας καὶ ἱερουργίας ὡς ἀλλοτρίας οὔσας θεοῦ καὶ μήτε ὅλως θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας κοὶ λέγει ἐκεῖ δεῖν εὔχεσθαι εἰς Ἱερουσαλήμ, ὅπου ἡν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, <ὁ> ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν καὶ τὰ καὶ τὸ θυσιαστήριον τό τε πῦρ ὡς θεοῦ ἀλλότριον,

τὸ δὲ ὕδωρ [*](6 öm. 10, 10 — 9 zu Χριστὸς ὁ μέγας βασιλεὺς vgl. Hippolyt refut. IX 15, 1 S. 253, 14 Wendland als Gebot des Elxai βαπτισάσθω ἐκ δευτέρου ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ καὶ ἐν ὀνόματι υἱοῦ amov, > μεγάλου βασιλέως — 14 vgl. Daniel 6, 11 Ezechiel S, 16 ff u. bes. B e rakot IT 5 wer gegen Morgen steht, wende sein Antlitz gegen Abend, wer gegen Abend steht, gen Morgen, wer gegen Mittag steht, gen Mitternacht, u. wer gegen Mitternacht steht, gen Mittag (w. Brandt, Elchasai S. 12) GU Μ 1 μετέχειν + λέγων, ἔπειτα δὲ U | ἀπατῶν und < τε U | καὶ (vor < U 3 διορθοθῆναι M 5 ἂν πιστεύσειε *] ἐμπιστεύσειε 6 ἐκφωνεῖ] ἐκφάσκων U | ἐν πνεύματι ἁγίω διδάσκων U 9 vor Χριστὸς + ὁ G 13 γὰρ] δὲ? * 17f ἀπὸ ἄρκτου — εἰς ἄρκτον] ἀπὸ νότου καὶ μεσημβρίας εἰς ἄρκτον, τοὺς δὲ ἀέ ἄρκτου εἰς μεσημβρίαν U 17 ἄρκτου *] νότου GM 23 <ὁ> * | ἀρνούμενος + δὲ)

221
εἶναι δεξιὸν πῦρ δὲ ἀλλότριον εἶναι φάσκων διὰ τούτων τῶν λέξεων· ἐστι τὸ τοιοῦτον. ὁρᾷς γάρ, φησίν, αὐτὸ ἐγγυτάτω καὶ ἔστιν ἀπὸ πόρρωθεν· μὴ πορεύεσθε πρὸς τὸ εἶδος αὐτοῦ, πορεύεσθε δὲ μᾶλλον ἐπὶ τὴν φωνὴν τοῦ ὓδατος.« καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα.

4. Εἶτα δὲ διαγράφει Χριστὸν τινὰ εἶναι δύναμιν, οὑ καὶ τὰ μέτρα σημαίνει, εἰκοσιτεσσάρων μὲν σχοίνων τὸ μῆκος ὡς μιλίων ἐνενηκονταὲξ τὸ δὲ πλάτος σχοίνων ἓξ μιλίων εἰκοσιτεσσάρων, καὶ τὸ πάχος ὁμοίως τερατευόμενος καὶ τοὺς πόδας καὶ τὰ ἄλλα μυθο- λογήματα.

εἶναι δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ αὐτὸ θήλειαν, ὅμοιον τῷ Χριστῷ, ἀνδριάντος δίκην ὑπὲρ νεφέλην καὶ ἀνὰ μέσον δύο ὀρέων ἑστός. καὶ τὰ ἄλλα σιωπήσω, ἵνα μὴ εἰς μυθολογίαν φαντασιάσω τὴν ἀκοὴν τῶν ἐντυγχανόντων.

τίσι δὲ λόγοις καὶ κενοφωνίαις ὕστερον ἐν τῇ βίβλῳ ἀπατᾷ λέγων »μηδεὶς ζητήσῃ τὴν ἑρμηνείαν, ἀλλ᾿ ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω«, καὶ αὐτὰ δῆθεν ἀπὸ ἙβραΪκῆς διαλέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν, οὐδὲν ὄντα τὰ παρ αὐτῷ φανταζόμενα. φάσκει γὰρ λέγειν »ἀβὰρ ἀνὶδ μωΐβ νωχιλὲ δαασὶμ ἀνὴ δαασὶμ νωχιλὲ μωΐβ ἀνὶδ ἀβὰρ σελάμ«, ἅτινα ἑρμηνευόμενα ἔχει τὴν σαφήνειαν ταύτην·

»παρελθέτω ταπείνωσις <ἡ> ἐκ τῶν πατέρων [*](2 ff vgl. Panarion h. 53, 1, 7 τετίμηται δὲ τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνσχεδὸν φάσκοντες εἶναι εἶναι τὴν ζωὴν ἐκ τούτου (dazu Bousset, Hauptprobleme der Gnosis S. 157) — 6 ff vgl. Panarion h. 30, 17, 6 ff h. 53, 1, 8 f u. Hippolyt refut. IX 13, 2f; S. 251, 14ff Wendland ὑπὸ ἀγγέλου, οὗ τὸ ὕψος σχοινίων κδ, ὃ γίνεται μίλια <ς τὸ δὲ πλάτος αὐτοῦ σχοινίο,ν δ, καὶ ἀπὸ ὤμου εἰς ὦμον νίων ݲ, τὰ δὲ ἴχνη τῶν ποδῶν αὐτοῦ ἐπὶ μῆκος σχοινίων γݲ ἡμίσους, ἃ μίλια δεκατέσσαρα, τὸ δὲ πλάτος σχοίνου ἑνὸς ἡμίσους, τὸ δὲ ὕψος ἡμισχοινίου. εἶναι δὲ σὺν αὐτῷ καὶ θήλειαν, ἧς τὰ μέτρα κατὰ τὰ προειρημένα εἶναι λέγει· καὶ τὸν μὲν ἄρσενα υἱὸν εἶναι τοῦ θεοῦ, τὴν δὲ θήλειαν καλεῖσθαι ἅγιον πνεῦμα — 13ff vgl. Μ. A. Levy, Zeitschr. d. deutsch, niorg. Gesellschaft 1858 S. 712. Nach seiner Entdeckung ist die Formel (abgesehen von dem Wort σελάμ) vielmehr von hintenherein zu lesen = ἠνὰ μισαὰδ ἐλιχὼν βιὼμ δίνα α = ich zeuge für (über) euch am Tag des ßen Gerichts. Demgemäß ist die Epiphanius nur Dichtung GU M 3 τοιοῦτο G 7 σχοινίων M 8 μιλίων < M 11 ὑπὲρ] ὑπὸ Elchasai S. 60 15 τάδε] ταῦτα M 16 οὐδὲν + <δὲ> ? * 17 γὰρ < δαασὶμ] δάσημ G δασιμ MU 18 δαασὶμ < G | μωὴβ G | μωὴβ + δασὶμ μωὶβ G | ἄβερ G U M 19 <ἡ> * nach S. 222, 9 | τῶν <)

222
μου τῆς κατακρίσεως αὐτῶν καὶ καταπατήματος αὐτῶν καὶ πόνου αὐτῶν, καταπατήματι ἐν κατακρίσει διὰ τῶν πατέρων μου, ἀπὸ ταπεινώσεως παρελθούσης ἐν ἀποστολῇ