Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ὅ τι δἂν ὁμολογήσῃ στόματι, ἐν δὲ τῇ καρδίᾳ μή. 2. μάρτυρα δέ τινα παρεισφέρων οὐκ αἰσχύνεται ὁ ἀπατεών, λέγων Φινεές τινα [*](1 f oben Anaceph. S. 168, 1 war der Name mit ἰταμώτατοι erklärt; hier Epiph. die Herleitung von ABBREV vorzuschweben — 2 ff zu Elxai vgl. h. 30, 3, 2 u. c. 17,ff h. 53, 1; dazu Hippolyt refut. IX 13, 2ff — 3 genauer bei Hippolyt refut. IX 13, 4; S. 251, 22 Wendland ἐπὶ Τραϊανοῦ βασιλείας τρίτῳ — 4 f Origenes in ps. 82 bei Eusebius h. e. VI 38; S. 592, 24 Schwartz καὶ βίβλον τινὰ φέρουσιν, ἣν λέγουσιν ἐξ οὐρανοῦ πεπτωκέναι — 5f etwas anders Panarion h. 53, 3 φασὶ δὲ καὶ ἄλλο βιβλίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαΐ — 10ff zu diesen Schwui-formeln vgl. unten c. 6, 4 u. h. 30, 17, 4 Hippolyt refut. IX 15, 2; S. 253, 16ff Wendland; dazu Bousset, Hauptprobleme der Gnosis S. 228 W. Brandt, Elchasai S. 15 — 16 ff vgl. Origenes in ps. 82 bei Eusebius h. e. VI, 38 S. 592, 22f Schwartz φησὶν δὲ ὅτι τὸ ἀρνήσασθαι ἀδιάφορόν ἐστιν καὶ ὁ μὲν νοήσας τῷ μὲν στόματι ἐν ἀνάγκαις ἀρνήσεται, τῇ δὲ καρδίᾳ οὐχί GU M 1 Ὀσσηνῶν U 2 στιβαρὸν] ὅτι βάρβαρον Μ Τραιανοῦ βασιλέως U 6 Ἰεξέον UM | εἶναι < U 8 καὶ τὰ Ἰουδαίων] κατὰ Ἰουδαίων δὲ M 9 ἕτερα + δὲ GU 9f τὴν] ἰδίαν αὑτῷ αἵρεσιν πλάσας*] τὴν ἰδίαν αὐτοῦ αἵρεσιν πλανήσας UM τοὺς αὐτῷ πεισθέντας πλανήσας G 11 vor ὅρκον + εἰς, vor εἰς λατρείαν + καὶ G; lies <καθ'> ὅρκον? * | ὁρισάμενος + παρέδωκε U 13 > * 15 γαμεῖν γάμον GUM 16 <ἐξ> * | ὑπόκρισιν * vgl. S. 219,25] ὑποκριτὰς 17 > * | παρατύχοιεν U; lies vielleicht παρ’ ἀ<νάγκην> τύχοι * | *] προσκυνῆσαι G|UM 18 καιρῷ *] καιροῦ GUM 19 καὶ + <ἀδιάφορον εἶναι> ? * | εἴ τι δἂν U | vor στόματι + ἐν G U)

219
ἱερέα τῶν ἀπὸ γένους Λευί τε καὶ Ἀαρὼνφ καὶ τοῦ ἀρχαίου Φινεὲς ἐν τῇ Βαβυλῶνι ἐπὶ τῆς αἰχμαλωσίας προσκυνήσαντα τὴν Ἄρτεμιν ἐν Σούσοις διαπεφευγέναι ὄλεθρον θανάτου ἐπὶ Δαρείου τοῦ βασιλέως· ὥστε εἶναι αὐτοῦ τὰ πάντα ψευδῆ καὶ μάταια.

2. Οὑτος μὲν οὐν <ὡς> ἄνω <εἴηται> συνῆπται τῇ αἱρέσει τῇ τῶν Ὀσσαίων καλουμένῃ, ἡς ἔτι λείψανα καὶ δεῦρο ὑπάρχει ἐν τῇ αὐτῇ Ναβατίτιδι γῇ τῇ καὶ Περαίᾳ πρὸς τῇ Μωαβίτιδι· ὅπερ γένος νυνὶ Σαμψαίων καλεῖται. φαντάζονται δὲ δῆθεν καλεῖν | τοῦτον δύναμιν ἀποκ·εκαλυμμένην, διὰ τὸ ἢλ καλεῖσθαι δύναμιν, ξαΐ δὲ κεκαλυμμένον.

ἠλέγχθη δὲ τὸ πᾶν τοῦ ἐπιτηδεύματος φρύαγμα καὶ εἰς μεγάλην αἰσχύνην ὑπέπεσε παρὰ τοῖς δυναμένοις τὰ ἀληθῆ κατανοεῖν τε καὶ ἀκριβοῦν *. ἔτι γὰρ καὶ δεῦρο ἐπὶ τῶν ἡμερῶν Κωνσταντίου τε καὶ τῶν νῦν βασιλέων *.

ἕως μὲν γὰρ Κωνσταντίου ἐκ τοῦ γένους αὐτοῦ τοῦ Ἠλξαΐ Μαρθοῦς τις καὶ Μαρθάνα δύο ἀδελφαὶ ἐν τῇ αὐτῶν χώρᾳ ἀντὶ θεῶν προσεκυνοῦντο, ὅτι δῆθεν ἐκ τοῦ σπέρματος τοῦ προειρημένου Ἡλξαΐ ὑπῆρχον. τέθνηκεν δὲ ἡ Μαρθοῦς πρὸ ὀλίγου τοῦ χρόνου, Μαρθάνα δὲ εἰς ἔτι δεῦρο ὑπῆρχεν.

ὡν καὶ τὰ πτύσματα καὶ τὰ ἄλλα τοῦ σώματος ῥύπη ἀπεφέροντο οἱ πεπλανημένοι αἱρετικοὶ έν ἐκείνῃ τῇ χώρᾳ, δῆθεν πρὸς ἀλέξησιν νοσημάτων. οὐ μὴν ἐνήργουν· ἀλλὰ τὸ πεπλανημένον σοβαρὸν ἀεὶ καὶ πρὸς ἀπάτην ἕτοιμον· τυφλὸν γὰρ ἡ κακία καὶ ἀσύνετον ἡ πλάνη.

3. Καὶ ἕως ποῦ κατατρίβομαι τὰ περὶ τοῦ γόητος τούτου φθεγγόμενος ὅσα τε κατὰ τῆς ἀληθείας κατεψεύσατο,